Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1248
Not analysed yet
τὴν πόλιν. «Ἔσται γὰρ τὸ ἁγίασμά μου ἐν μέσῳ αὐτῶν, τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις υἱοῖς Σαδοὺκ, τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου.» Εἶτα πεντακοσίους πάλιν τοὺς τοῦ ναοῦ πήχεις διαιρεῖ κατὰ μέσον τῆς πόλεως. Ἐν δὲ τῷ, φησὶν, οἰκοδομεῖσθαι τὴν πόλιν, οἱ ταύτης τῆς γῆς καρποὶ ἀφορισθήτωσαν τοῖς τὴν οἰκοδομίαν ἐργαζομένοις. Εἶτα μετὰ τοῦτον, τὸν κλῆρον κελεύει λαβεῖν τὸν Βενιαμὶν, μετ' ἐκεῖνον δὲ τὸν Συμεὼν, εἶτα τὸν Ἰσσάχαρ, καὶ τὸν Ζαβουλὼν μετὰ τοῦτον, τὸν δὲ Γὰδ τελευταῖον. Λέγει δὲ καὶ πύλας τῇ πόλει γενήσεσθαι δυοκαίδεκα, ἐν ἑκάστῳ τμήματι τρεῖς· ἅπαντα δὲ τὸν κύκλον ὀκτωκαίδεκα χιλιάδων ἔφη πήχεων. λεʹ. Τὸ δὲ ὄνομα τῆς πόλεως, φησὶν, ἀφ' ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς. Οὐκ ἐπειδὴ ἕτερον μετὰ τὴν οἰκοδομίαν εἴληφεν ὄνομα· Ἱερουσαλὴμ γὰρ καὶ μετὰ τὸν Ζοροβάβελ ἐκλήθη· ἀλλὰ τὸ ἐπίσημον αὐτὴν πάλιν γενήσεσθαι διὰ τούτων ᾐνίξατο. Ὄνομα γὰρ πολλάκις οἶδεν ἡ Γραφὴ καὶ τὴν δόξαν ὀνομάζειν, ὥσπερ ἀμέλει ὁ αὐτὸς προφήτης πρὸς τὴν Ἱερουσαλὴμ ἐκ προσώπου τοῦ Θεοῦ ἔφη· «Καὶ ἐγένετό σοι τὸ ὄνομα.» Ταύτην τῆς πόλεως τὴν οἰκοδομίαν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον ὁ Ζοροβάβελ ἐποιήσατο πρῶτος, ἐπὶ χρόνῳ πολλῷ δειμάμενος τὸν νεὼν, διὰ τὸν πρὸς τοὺς γειτνιάζοντας πόλεμον· τοὺς δὲ περιβόλους ἀνώρθωσε Νεεμίας, μετὰ τὸ τέλος τῆς τοῦ νεὼ οἰκοδομίας ὀγδοήκοντα μεταξὺ διελθόντων ἐνιαυτῶν. Καὶ ἐπὶ τῶν Μακκαβαίων δὲ πάλιν πολλῆς εὐπραξίας καὶ νεουργίας ἀπήλαυσεν, καὶ μετ' ἐκείνους δὲ πάλιν Ἡρώδης λαμπροτέραν αὐτὴν πεποίηκε. Ὁ δὲ μυθολογίαις χαίρων Ἀπολινάριος, καὶ τῶν μύθους ἐξηγουμένων γραϊδίων κατ' οὐδὲν διαφέρων, ἑτέραν ἡμῖν ὑπισχνεῖται τῆς Ἱερουσαλὴμ οἰκοδομίαν, καὶ τὴν κατὰ νόμον τῶν Ἰουδαίων λατρείαν, καὶ πρὸς τῇ τοῦ νόμου φυλακῇ τὴν εἰς τὸν Κύριον πίστιν· εἶτα πάλιν ἐκκλησίας ἀλλήλαις ἀντιπάλους, τὴν μὲν ἐξ ἐθνῶν ἔξω τοῦ νόμου ζῶσαν, τὴν δὲ ἐξ Ἰουδαίων κατὰ νόμον πολιτευομένην. Καὶ οὐ συνεῖδεν ὁ σοφώτατος τὸ τῶν θείων ἀποφάσεων ἀψευδές. Περὶ μὲν γὰρ Ἰουδαίων ἔφη, ὅτι «Κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἐν καιρῷ δώσουσι τὸν καρπὸν αὑτοῦ.» Καὶ πάλιν· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, κἀκεῖνον λήψεσθε.» Περὶ δὲ τοῦ ναοῦ φησι, πρῶτον μὲν, ὅτι «Οὐ μὴ μείνῃ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ.» Ἔπειτα· «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Βοᾷ δὲ καὶ Ἡσαΐας· «Τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ.» Καί·