Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1249
Not analysed yet
»Ὁ οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι μὴ ἀναστῇ.» Οὐκ ἤκουσε δὲ, ὡς ἔοικεν, οὐδὲ τῆς Παύλου διδασκαλίας, ἣν Γαλάταις προσήνεγκε, λέγων· «Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.» Καὶ πάλιν· «Διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ, ἀλλὰ διὰ πίστεως Ἰησοῦ Χριστοῦ.» —«Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται. Οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις.» Καὶ πάλιν· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ Πνεῦμα.» Καὶ ἑτέρωθι· «Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχωμεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ τῷ Πέτρῳ δὲ σχηματισαμένῳ τὴν τοῦ νόμου φυλακὴν, διὰ τὴν τῶν μαθητῶν ἀσθένειαν, ἔμπροσθεν πάντων ἔφη· «Εἰ σὺ, Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇς, καὶ οὐκ Ἰουδαϊκῶς, τί τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;» Εἶτα ἐπάγει· «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί. Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἀλλὰ δι' ἀκοῆς πίστεως, καὶ ἡμεῖς εἰς Ἰησοῦν Χριστὸν ἐπιστεύσαμεν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.» Οὕτω Γαλάτας περιτμηθῆναι μετὰ τὴν πίστιν ἀνασχομένους ἀνοήτους ἀποκαλεῖ. Καὶ Φιλιππησίοις δὲ ἐπιστέλλων, καὶ τῶν ταῦτα διδασκόντων κατηγορῶν, κύνας ἀποκαλεῖ, λέγων· «Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν· ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.» Καὶ ὡς ἂν μήτις αὐτὸν ὑπολάβοι τοῖς πνευματικοῖς ἐπερείδεσθαι, ὡς ἀμοιροῦντα τῶν σαρκικῶν, εἰκότως ἐπήγαγε· «Καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον.» Καὶ διηγεῖται τὰ Ἰουδαίων σεμνά· «Περιτομῇ ὀκταήμερος.» Κατὰ νόμον, φησὶ, τὴν περιτομὴν ἐδεξάμην. Καὶ ἐπειδὴ συνέβαινε, καὶ τοὺς τῶν προσηλύτων υἱεῖς κατὰ τοῦτον τῶν ἡμερῶν τὸν ἀριθμὸν περιτέμνεσθαι, ἀναγκαίως ἐπήγαγεν· «Ἐκ σπέρματος Ἰσραήλ.» Καὶ οὐκ ἀρκεῖται τῇ τοῦ πατριάρχου προσηγορίᾳ ἀλλὰ καὶ τῆς φυλῆς τὸ ὄνομα λέγει, δεικνὺς τὸ ἐπίσημον, «φυλῆς Βενιαμίν.» Ἐκ τῆς Ῥαχὴλ γὰρ, φησὶ, τῆς ἀγαπωμένης κατάγω τὸ γένος. Οὐ γὰρ μόνον οὐκ εἰμὶ τῶν ἡμιδούλων, ἀλλὰ καὶ πρὸς τοὺς ἐλευθέρους ἔχω δια-