Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.1252
Not analysed yet
φορὰν, ὡς ἐκ τῆς προμνηστευθείσης καὶ ἄγαν ἀγαπηθείσης βλαστήσας. Ἐντεῦθεν ἐπὶ τὴν ἀρχαιοτέραν ἀναβαίνει ῥίζαν τὸ, «Ἑβραῖος ἐξ Ἑβραίων.» Ἑβραῖοι γὰρ ἐκ τοῦ Ἑβὲρ προσηγορεύθησαν. Ἀλλὰ καὶ αἱρέσεως, φησὶ, καλλίστης ἐγενόμην, «κατὰ νόμον γὰρ Φαρισαῖος.» Οὐκ ὄνομα δὲ μόνον εἶχον εὐσεβείας, ἀλλὰ καὶ τῷ πράγματι κοσμεῖσθαι προὐθυμούμην· «Κατὰ ζῆλον γὰρ, φησὶ, διώκων τὴν Ἐκκλησίαν.» Οὕτως ἅπαντα τὰ δοκοῦντα σεμνὰ διηγησάμενος, ἐπήγαγεν «Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ Χριστὸν ζημίαν, καὶ ἡγοῦμαι πάντα σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω.» Ἀλλ' ὅπερ ὁ μακάριος Παῦλος ζημίαν καὶ σκύβαλα προσηγόρευσε, τοῖς πνευματικοῖς παρεξετάσας, ταῦτα ὁ σοφώτατος Ἀπολινάριος ὑπὸ μὲν Ἠλιοῦ κηρυχθήσεσθαι τοῖς Ἰουδαίοις, ὑπ' αὐτοῦ δὲ τοῦ Δεσπότου Χριστοῦ βεβαιωθήσεσθαι ἔφη. Τί δήποτε δὲ, εἰπάτω, τοῖς ἐξ Ἰουδαίων τὴν κατὰ νόμον δώσει πολιτείαν, ὡς τῆς πίστεως οὐ δυναμένης δοῦναι τὴν σωτηρίαν; Καὶ τίνος ἕνεκεν καὶ ταύτην πᾶσιν ἡμῖν παρέσχε τοῖς ἔθνεσιν, ἵν' αὐτοῖς τελείαν παράσχῃ τὴν σωτηρίαν; Εἰ δὲ ὡς τῆς πίστεως ἀρκούσης καὶ σῶσαι, καὶ τῶν οὐρανῶν προξενῆσαι τὴν βασιλείαν, τὴν τοῦ νόμου κατέπαυσε φυλακὴν, τίνος χάριν τὸν σῶσαι μὴ δυνάμενον νόμον πάλιν ἐπιστήσει τοῖς Ἰουδαίοις; Ὅτι γὰρ αὐτοῦ τὰ πλεῖστα οὐδεμίαν τοῖς φυλάττουσι δικαιοσύνην παρέχει, αὐτὸς ὁ Θεὸς διὰ τοῦδε ἡμᾶς ἐδίδαξε τοῦ προφήτου· «Ἔδωκα γὰρ, φησὶν, αὐτοῖς προστάγματα οὐ καλὰ, καὶ δικαιώματα ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς.» Πῶς τοίνυν τὰ οὐ καλὰ, καὶ ζωὴν παρέχειν οὐ δυνάμενα, πάλιν ἐπιθήσει τοῖς Ἰουδαίοις, σῶσαι αὐτοὺς, ἀλλ' οὐκ ἀπολέσαι βουλόμενος; Καὶ ἑτέρωθεν δὲ ῥᾴδιον συνιδεῖν τοῦ ταῦτα προσδοκῶντος τὴν ἄνοιαν. Εἰ γὰρ τὰ Ἰουδαίων τύπος τῶν ἡμετέρων· συνομολογεῖ γὰρ τοῦτο, καὶ οὐκ ἀντιλέγει· ποῦ χρεία τοῦ ἐνιαυσιαίου προβάτου μετὰ τὴν θυσίαν τοῦ ἀμώμου ἀμνοῦ, τοῦ ἄραντος τὴν ἁμαρτίαν τοῦ κόσμου; Ποῖον δὲ τῶν ἀζύμων ὄφελος μετὰ τὸν ἐπουράνιον ἄρτον, ἢ πάσχα τυπικοῦ μετὰ τὸ πνευματικόν; Ἀλλ' οὔτε τοῦ θείου Ἀποστόλου ἀκούει λέγοντος· «Ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός·» οὔτε τοῦ Κυρίου, τοὺς ἑαυτοῦ διδάσκοντος μαθητὰς, καὶ λέγοντος· «Τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Καί· «Τοῦτό μού ἐστι τὸ αἷμα ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.» Καὶ ἀλλαχοῦ δὲ εἰρηκὼς τοῖς Ἰουδαίοις· «Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθανον,» ἐπήγαγεν· «Οὗτός ἐστιν