Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.836
Not analysed yet
ἐνταῦθα τοίνυν ἔδειξε μὲν ἐκεῖνα τὰ φοβερά· ἔδειξε δὲ καὶ τὴν ἐσομένην πάντων ἀνθρώπων εὐεργεσίαν, τὴν τοῦ Θεοῦ φημι καὶ Σωτῆρος ἡμῶν ἔνσαρκον οἰκονομίαν. Διὰ τοῦτο τὸ μὲν εἶδος ἀνθρώπινον λέγει, τὰς δὲ φύσεις δύο· τὴν μὲν ἠλέκτρου, τὴν δὲ πυρὸς, καὶ τὴν μὲν φέρουσαν, τὴν δὲ φερομένην· ἡ γὰρ θεία φύσις τὴν ἀνθρωπείαν περιέκειτο· διὸ τὸ μὲν ἄνω λέγει τεθεᾶσθαι ὡς εἶδος ἠλέκτρου· τὸ δὲ ἀπὸ ὀσφύος καὶ κάτω, ὡς εἶδος πυρός· τοῦ μὲν πυρὸς τὴν θείαν φύσιν αἰνιττομένου («Ὁ γὰρ Θεός σου, φησὶ, πῦρ καταναλίσκον»)· τοῦ δὲ ἠλέκτρου τὴν ἀνθρωπείαν. Τοιοῦτο γὰρ τὸ ἤλεκτρον, οἱονεὶ μικτὸν τὸ εἶδος ἔχον, καὶ οὔτε χρυσῷ οὔτε ἀργύρῳ παρεοικὸς, ἀλλ' ὥσπερ ἑκατέρου κρᾶμα τυγχάνον. Τοιοῦτο δὲ καὶ τὸ ἀνθρώπινον σῶμα· οὐ γὰρ μόνον ἐστὶ γῆ, οὐδὲ ὕδωρ αὐτὸ καθ' αὑτὸ, οὔτε πῦρ, οὔτε ἀὴρ, ἀλλ' ἐκ τῶν τεσσάρων στοιχείων συγκέκραται· μᾶλλον δὲ τοιαύτη τοῦ ἀνθρώπου ἡ φύσις, οὔτε ψυχὴ λογικὴ μόνον, οὔτε σῶμα θνητὸν, ἀλλ' ἀμφότερα κατ' αὐτόν. Διὰ τοῦτο ὁ προφήτης ὁρᾷ ἀπὸ ὀσφύος καὶ ἄνω, ὡς εἶδος ἠλέκτρου, ἀλλὰ καὶ ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ. Καὶ γὰρ τὸ ἀνθρώπινον τοῦ Θεοῦ Λόγου φαιδρὸν, καὶ λαμπρὸν, καὶ ἔνδοξον, ἀθάνατόν τε καὶ ἄφθαρτον ὑπὸ τῆς ἐνοικούσης ἐγένετο φύσεως· διὸ ἁρμοδίως ἔφη· «Καὶ ἴδον ὡς ὅρασιν ἠλέκτρου, ὡς ὅρασιν πυρὸς ἔσωθεν αὐτοῦ κύκλῳ, ἀπὸ ὁράσεως ὀσφύος, καὶ ἕως κάτω, ὡς ὅρασιν πυρός.» Ἡ γὰρ θεία φύσις τὴν ἀνθρωπείαν ἔφερεν. «Καὶ τὸ φέγγος αὐτοῦ κύκλῳ. Ὡς ὅρασις τόξου, ὅταν ᾖ ἐν τῇ νεφέλῃ ἐν ἡμέρᾳ ὑετοῦ, οὕτως ἡ ὅρασις τοῦ φέγγου, κυκλόθεν.» Καὶ ταῦτα δὲ τῶν θείων δωρεῶν ὑπάρχει σημαντικά· δίκην γὰρ αἴγλης ἐκεῖθεν ἐξιοῦσαι τὸ τῶν ἀνθρώπων εὐεργετοῦσι γένος, τὸν ἐκεῖθεν ὑετὸν σημαίνουσαί τε καὶ ἐπιφέρουσαι. Οὕτως ἅπαντα διηγησάμενος ὁ προφήτης ἐπήγαγεν· ΚΕΦΑΛ. Βʹ. αʹ. Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης Κυρίου. Καὶ οὐκ εἶπεν, Αὕτη ἡ φύσις Κυρίου, οὐδὲ ἡ δόξα Κυρίου, ἀλλ' «ὅρασις ὁμοιώματος δόξης Κυρίου.» Ὡς γὰρ ἠθέλησε, φησὶ, σχηματίσας τὴν ὄψιν, ἠξίωσέ με τῆς θεωρίας. «Καὶ ἴδον, καὶ πίπτω ἐπὶ πρόσωπόν μου.» Καὶ μάλα εἰκότως· εἰ γὰρ τὰ Σεραφὶμ ὑμνοῦντα συγκαλύπτει τὰ πρόσωπα, τί οὐκ ἂν ἔπαθεν ἄνθρωπος σῶμα θνητὸν περικείμενος, καὶ ὀπτασίας ἀληθοῦς ἐν θεωρίᾳ γενόμενος; Ἀλλ' ἐκβάλλει τὸ δέος ὁ φιλάνθρωπος Δεσπότης. «Ἤκουσα γὰρ, φησὶ, λα-