Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.837
Not analysed yet
λοῦντος πρός με, καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, στῆθι ἐπὶ τοὺς πόδας σου, καὶ λαλήσω πρὸς σέ.» Υἱὸν δὲ ἀνθρώπου προσαγορεύει, μονονουχὶ λέγων, Μὴ ἐπιλάθου τῆς φύσεως τῆς ὑπὲρ τὴν σὴν φύσιν θεωρίας ἀξιωθεὶς, ἀλλὰ γνῶθι σαυτόν· μήτε μὲν ἐπιμείνῃς τῇ ἀμετρίᾳ τοῦ δέους, ἐμοῦ σοι παρεγγυῶντος θαῤῥεῖν, ἀλλ' ἑστὼς ἄκουε τῶν παρ' ἐμοῦ λεγομένων, μὴ περιτρεπόμενος, ἀλλὰ τῇ στάσει σημαίνων τὸ βέβαιον. Καὶ οὐ μόνον ταῦτα ὁ ἀγαθὸς ἔλεγε Δεσπότης, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων ἐξῄρει τὸν φόβον. βʹ. Ἦλθε γὰρ, φησὶν, ἐπ' ἐμὲ πνεῦμα, καὶ ἀνέλαβέ με, καὶ ἐξῆρέ με, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου, καὶ ἤκουον αὐτοῦ λαλοῦντος πρός με. Θεία γάρ τις ἐνέργεια ἁψαμένη μου συνέσφιγξέ με τῷ φόβῳ διαλυθέντα, καὶ στῆναι, καὶ ἀκοῦσαι τῶν φερομένων παρεσκεύασε λόγων. γʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ἐξαποστελῶ ἐγώ σε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, τοὺς παραπικραίνοντάς με, οἵτινες παρεπίκρανάν με αὐτοὶ, καὶ οἱ πατέρες αὐτῶν, καὶ ἠθέτησαν ἐν ἐμοὶ ἕως τῆς σήμερον ἡμέρας. Τίς ἂν λόγῳ μετρήσειε τὴν θείαν φιλανθρωπίαν; ποῖος δ' ἂν ἐξίκοιτο νοῦς τοῦ πελάγους τῆς ἀγαθότητος; Μετὰ τὰς μυρίας ἀσεβείας καὶ παρανομίας οὐκ ἀπαγορεύει τὴν σωτηρίαν, ἀλλὰ κατηγορεῖ μὲν καὶ αὐτῶν, καὶ τῶν πατέρων, ὡς ἀθετησάντων, καὶ παραβεβηκότων τὰς συγκειμένας συνθήκας, καὶ μέχρι καὶ τήμερον τῇ πονηρίᾳ προσμεινάντων· ἀνακαλεῖται δὲ, καὶ πρὸς ὑγίειαν τοὺς ἀνήκεστα νοσοῦντας καλεῖ, καὶ ταῦτα εἰδῶς αὐτῶν τὸ δυσπειθὲς καὶ δυσήκοον· διὸ καὶ ἐπάγει· δʹ. Καὶ υἱοὶ σκληροπρόσωποι, καὶ θρασυκάρδιοι, πρὸς οὓς ἀποστελῶ σε ἐγὼ πρὸς αὐτούς. Τουτέστιν ἰταμοὶ, ἐρυθριᾷν οὐκ εἰδότες, μαλάττεσθαι οὐκ ἐθέλοντες· οὔτε συμβουλευτικοῖς πειθόμενοι λόγοις, οὔτε τῇ τῶν τιμωριῶν ἀνάγκῃ μεταβαλλόμενοι. «Καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος.» Τὸ δὲ Ἀδωναῒ καὶ αὐτὸ τὸ Κύριος σημαίνει· ἔχει δὲ καὶ σμικράν τινα ἑτέραν ἔμφασιν· Τάδε λέγει, φησὶ, Κύριος, ὁ Κύριός μου. εʹ. Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσι, διότι οἶκος παραπικραίνων ἐστὶ, καὶ γνώσονται ὅτι προφήτης εἶ σὺ ἐν μέσῳ αὐτῶν. Τὸ, ἐὰν ἄρα, οὐκ ἀγνοίας ὑπάρχει σημαντικόν. Οὐδὲν γὰρ ἀγνοεῖ τῶν μελλόντων ὁ γινώσκων τὰ πάντα πρὶν γενέσεως αὐτῶν· διὸ καὶ ὁ μακάριος Δαβὶδ βοᾷ πρὸς αὐτὸν, «Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου,