Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.852
Not analysed yet
ὁδὸν, ἐναντία δὲ τὰ τέλη, καὶ ταῖς ὁδοῖς πρόσφορα· τῆς μὲν γὰρ τέλος ζωὴ, τῆς δὲ θάνατος· οὐκοῦν ἀναγκαίως ἀπολέσει τῶν προτέρων πόνων τὸ κέρδος, πεσὼν εἰς τὸ τῆς πονηρᾶς ὁδοῦ τέλος· τὴν δὲ ἀπολωλυῖαν ἐκείνου ζωὴν ἐκ τῆς σῆς ἐκζητήσω χειρὸς, καὶ δίκας σὲ εἰσπράξομαι τῆς ἀμελείας. καʹ. Ἐὰν δὲ σὺ διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν, καὶ αὐτὸς μὴ ἁμάρτῃ, ὁ δίκαιος ζωῇ ζήσεται, ὅτι διεστείλω αὐτῷ, καὶ σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ. Διπλῆν γὰρ ἐργάζῃ ζωὴν, καὶ σαυτῷ, καὶ ἐκείνῳ. Ὁ μὲν γὰρ διὰ τῶν σῶν εἰσηγήσεων τῆς ἀπωλείας διαφεύγει τὸ βάραθρον, καὶ τῆς ὁδοῦ τῆς δικαίας ἄξιον εὑρίσκει τὸ τέλος· σὺ δὲ τῶν εὐθυνῶν ἀπαλλαγήσῃ, καὶ τὸν μέγιστον διαφεύξῃ κίνδυνον, τῆς τοῦ πέλας ἐπιμελούμενος σωτηρίας. Ἀπόχρη δὲ ταῦτα καὶ ἡμᾶς εἰς σπουδὴν διεγεῖραι, καὶ παρασκευάσαι πᾶσαν ποιήσασθαι τῶν ἀδελφῶν ἐπιμέλειαν, καὶ μὴ λῆξαι πάντα καὶ λέγοντας πρὸς τὴν τούτων ὠφέλειαν καὶ πράττοντας, ἵνα καὶ τὴν ἠπειλημένην φύγωμεν τιμωρίαν, καὶ τῆς ἐπηγγελμένης τύχωμεν σωτηρίας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Βʹ. κβʹ. Καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ εἶπε πρός με· Ἀνάστηθι, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ. Ἡ γὰρ ἡσυχία τῇ θεωρίᾳ τῶν θείων ἁρμόδιος· ἀπαλλαττόμενος γὰρ ὁ νοῦς τῶν ἔξωθεν περισπώντων, καὶ μηκέτι τῇδε κἀκεῖσε μεριζόμενος, ἀλλ' εἰς ἑαυτὸν νεύων, ἀκριβέστερον δύναται τὰ θεῖα κατανοεῖν. κγʹ, κδʹ. Καὶ ἀνέστην, καὶ ἐξῆλθον εἰς τὸ πεδίον· καὶ ἰδοὺ ἐκεῖ δόξα Κυρίου εἰστήκει, καθὼς ἡ ὅρασις, καὶ καθὼς ἡ δόξα, ἢν ἴδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου. Καὶ ἦλθεν ἐπ' ἐμὲ Πνεῦμα, καὶ ἔστησέ με ἐπὶ τοὺς πόδας μου. Συχνότερον ἀπολαύει τῆς θεωρίας, ἵνα γένηται σπουδαιότερος περὶ τὴν τοῦ λόγου διακονίαν. Συνιδεῖν δὲ προσήκει, ὅτι οὐδὲ τὰς