Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.853
Not analysed yet
συμμέτρους τῇ ἀνθρωπείᾳ φύσει ἀποκαλύψεις οὐδὲ οἱ ἄγαν καθαροὶ τὴν διάνοιαν ἠδύναντο καθορᾷν· ὥσπερ ἀμέλει καὶ οὗτος ὁ προφήτης, καὶ ἤδη πεῖραν τῆς ὀπτασίας λαβὼν, πίπτει παραυτίκα θεασάμενος, καὶ τῆς ἐγειρούσης χάριτος χρῄζει. «Καὶ ἐλάλησε πρός με, καὶ εἶπέ μοι. Εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου. Διὰ τῶν πραγμάτων κελεύει γενέσθαι τὴν προφητείαν, καὶ προδηλωθῆναι δι' ὧν ὁ προφήτης ποιεῖν ἐκελεύετο τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν. κεʹ, κϛʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοὶ, καὶ δήσουσί σε ἐν αὐτοῖς, καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν. Καὶ τὴν γλῶσσάν σου συνδήσω πρὸς τὸν λάρυγγά σου, καὶ ἀποκωφωθήσῃ, καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί. Παιδοτρίβου δίκην ὁ Δεσπότης καθάπερ τινὰ ἀθλητὴν τὸν προφήτην ἀλείφει, προλέγων μὲν αὐτῷ τὰ ἐσόμενα λυπηρὰ, καὶ τὰ ἐπαχθησόμενα παρὰ τοῦ λαοῦ σκυθρωπὰ, ὑπομένειν δὲ καὶ καρτερεῖν παρακελευόμενος, καὶ σιγὴν ἄγειν, ἕως ἂν αὐτὸς ἐπιτρέψῃ λαλεῖν· πανταχοῦ δὲ προστίθησι, διότι οἶκος παραπικραίνων ἐστὶ, διδάσκων μὴ δεδιέναι τοὺς τὸν Θεὸν «ἀδεῶς» παροξύνοντας· εὐκαταφρόνητοι γὰρ οἱ παράνομοι. κζʹ. Καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ, ἀνοίξω τὸ στόμα σου, καὶ ἐρεῖς πρὸς αὐτούς. Τάδε λέγει Ἀδωναῒ Κύριος, Ὁ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθὼν ἀπειθείτω, διότι οἶκος παραπικραίνων ἐστί. Καὶ ταῦτα σαφῶς δηλοῖ τὸ τῆς γνώμης αὐθαίρετον. Σὺ μὲν γὰρ, φησὶ, κοινὴν πᾶσι πρόσφερε τὴν διδασκαλίαν. Διδάσκων δὲ τὸ τῆς εὐπειθείας ἑκούσιον, προστίθησι τοῖς λόγοις, ὅτι ὁ βουλόμενος ὑπακουέτω, καὶ ὁ ἀπειθῶν ὁ τἀναντία φρονῶν ἀντιλεγέτω· ἕκαστος γὰρ πρὸς τὴν αἵρεσιν τῆς γνώμης τὰ ἐπίχειρα δέξεται. ΚΕΦΑΛ. Δʹ. αʹ, βʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον, καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου, καὶ διαγράψεις ἴσως ἐπ' αὐτὴν πόλιν τὴν Ἱερουσαλήμ· καὶ δώσεις περὶ αὐτὴν περιοχὴν, καὶ οἰκοδομήσεις ἐπ' αὐτὴν προμαχῶνας, καὶ περιβαλεῖς ἐπ' αὐτὴν χάρακα, καὶ δώσεις ἐπ' αὐτὴν παρεμβολὰς, καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ. Τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν διαγράψαι κελεύεται· ἐν πλίνθῳ δὲ ἡ διαγραφὴ γίνεται, διὰ τὸ τῶν ἐνοικούντων σαθρόν· οὐ γὰρ ᾠκοδόμησαν αὑτῶν τὴν οἰκίαν κατὰ τὸν φρόνιμον ἐκεῖνον, ἐπὶ τῆς πέτρας, ἀλλ' ἐπὶ τῆς ψάμμου· διὸ καὶ ἦλθον οἱ ποταμοὶ, καὶ κατέβη ἡ βροχὴ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν αὐτῶν τῇ οἰκίᾳ, καὶ ἔπεσε, καὶ ἐγένετο ἡ πτῶσις αὐτῆς μεγάλη.