Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.856
Not analysed yet
γʹ. Καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν, καὶ θήσεις αὐτὸ τεῖχος σιδηροῦν ἀναμέσον σοῦ καὶ ἀναμέσον τῆς πόλεως, καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ' αὐτὴν, καὶ ἔσται ἐν συγκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστι τοῦτο τοῖς υἱοῖς Ἰσραήλ. Τοῦ Θεοῦ τὸν τύπον ἐπέχειν ὁ προφήτης κελεύεται· διὸ καὶ τήγανον σιδηροῦν μεταξὺ αὑτοῦ καὶ τῆς ἐν τῇ πλίνθῳ διαγραφομένης πόλεως θεῖναι προστάττεται, διδασκόμενος, ὅτι καὶ παρὼν ὁ Θεὸς, καὶ ἐφορῶν τὰ κατὰ τῶν Ἱεροσολύμων γινόμενα, οὐδεμιᾶς αὐτοὺς ἀξιώσει προνοίας· ἀλλ' ὥσπερ τινὶ τειχίῳ σιδηρῷ διειργόμενος, οὔτε ὁρῶν δόξει τὰ γινόμενα, οὔτε τῶν ἱκετευόντων ἀκούσεται. Ταῦτα δὲ, φησὶ, ποίησον, σημεῖον διδοὺς τὴν διὰ τῶν πραγμάτων προφητείαν τοῖς νῦν ἀπειθοῦσι καὶ ἀντιλέγουσι. δʹ, εʹ. Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερὸν, καὶ θήσεις τὰς ἀδικίας οἴκου Ἰσραὴλ ἐπ' αὐτοῦ, κατ' ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατὸν, ἃς κοιμηθήσῃ ἐπ' αὐτοῦ, καὶ λήψῃ τὰς ἀδικίας αὐτῶν. Καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν, ἐννενήκοντα καὶ ἑκατὸν ἡμέρας· καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ, καὶ συντελέσεις αὐτάς. Μετὰ τὸν Σολομῶντα ἐπὶ τοῦ Ῥοβοὰμ διῃρέθησαν αἱ δώδεκα φυλαὶ, καὶ αἱ μὲν δέκα ἐχρημάτιζον ποτὲ μὲν Ἐφραῒμ, ποτὲ δὲ Ἰσραὴλ, ὁ δὲ Ἰούδα καὶ Βενιαμὶν ἐκαλοῦντο Ἰούδα· ἀλλ' ὅμως εἶς ὑπῆρχε λαὸς, ἀπό τε τοῦ Ἰσραὴλ καὶ τοῦ Ἀβραὰμ κατάγων τὸ γένος· διὸ ὡς ἐφ' ἑνὸς λαοῦ, ἃ κατὰ διαίρεσιν εἶπε, ταῦτα πάλιν συνῆψεν· ἀπονείμας γὰρ τὰς ἑκατὸν πεντήκοντα ἡμέρας τῷ Ἰσραὴλ, καὶ τῷ Ἰούδᾳ τὰς τεσσαράκοντα, πάλιν συνῆψεν, ὡς ἐφ' ἑνὸς σώματος καὶ μιᾶς συγγενείας, τὰς ἑκατὸν ἐννενήκοντα ἡμέρας· συνάψας δὲ διεῖλεν αὖθις, καί φησι· ϛʹ. Καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιὸν ἐκ δευτέρου, καὶ λήψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰούδα τεσσαράκοντα ἡμέρας, ἡμέραν εἰς ἐνιαυτὸν ἔθηκά σοι αὐτάς. Πλείων γὰρ ἡ παρανομία τοῦ καλουμένου Ἰσραήλ· παντελῶς γὰρ ἀποστάντες τοῦ Θεοῦ, ποτὲ μὲν ἐλάτρευον ταῖς δαμάλεσι, ποτὲ δὲ τὰ παντοδαπὰ εἴδωλα προσεκύνουν. Διὰ τοῦτο ἐκείνῳ μὲν ἑκατὸν πεντήκοντα ἀφορίζει ἡμέρας, τῷ δὲ Ἰούδᾳ τεσσαράκοντα, ἑκάστης ἡμέρας εἰς ἐνιαυτὸν λογιζομένης. Σημαίνουσι δὲ αἱ τεσσαράκοντα ἡμέραι τοῦ Ἰούδᾳ τὰ λειπόμενα τοῖς ἐβδομήκοντα ἔτεσι τεσσαράκοντα ἔτη. Ἀπεφήνατο γὰρ ὁ Θεὸς διὰ τοῦ προφήτου Ἱερεμίου, ἑβδομήκοντα ἔτη διατελέσειν αὐτοὺς ἐν Βαβυλῶνι· ἀλλὰ τριάκοντα ἤδη παρεληλύθει ἔτη· ἐν γὰρ τῷ τριακοστῷ ἔτει τῆς αἰχμαλωσίας ἤρξατο τῆς προφητείας ὁ θεῖος Ἰεζεκιήλ, ἀπὸ δὲ τοῦ πέμπτου ἔτους τῆς Ἰεχονίου αἰχμαλωσίας, μέχρι πρώτου τῆς Κύρου τοῦ Πέρσου βασι-