Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.857
Not analysed yet
λείας, τὰ λοιπὰ τεσσαράκοντα συμπληροῦνται ἔτη· καὶ τοῦτο δυνατὸν οὐ μόνον ἀπὸ τῶν χρονικῶν συναγαγεῖν, ἀλλὰ καὶ ἀπὸ τῶν θείων Γραφῶν καταμαθεῖν· καὶ γὰρ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, καὶ ἡ τῶν παραλειπομένων βίβλος διδάσκει, ὡς ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ, τοῦ καὶ Ἰεχονίου, ὕψωσε τὴν κεφαλὴν αὐτοῦ Εὐϊλαδμαρωδὰχ, καὶ ἐξέβαλεν αὐτὸν ἐξ οἴκου φυλακῆς ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ· μετὰ δὲ τοῦτον ἐβασίλευσε Βαβυλωνίων ὁ Βαλτάσαρ οὐ μακρὸν χρόνον· δυσσεβήσας γὰρ ἀνῃρέθη· περὶ δὲ τὰ τρία ἐκράτησεν ἔτη· καὶ γὰρ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὑτοῦ τὴν μίαν ὀπτασίαν ὁ Δανιὴλ ἐθεάσατο· μετὰ δὲ τοῦτον Δαρεῖος ὁ Ἀσουήρου, ἀπὸ τοῦ σπέρματος ὑπάρχων τῶν Μήδων, ἐδέξατο τὴν βασιλείαν· ὀλίγον δὲ καὶ αὐτὸς ἡγήσατο χρόνον. Καὶ τοῦτο ἡμᾶς ὁ μακάριος διδάσκει Δανιὴλ εἰρηκὼς, ἐν τῷ πρώτῳ ἔτει Δαρείου τοῦ υἱοῦ Ἀσουήρου. «Ἐν ἔτει ἑνὶ τῆς βασιλείας αὐτοῦ, ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ ἐβδομήκοντα ἔτη.» Οὐκοῦν αἱ μὲν τῷ Ἰούδᾳ ἀφορισθεῖσαι τεσσαράκοντα ἡμέραι τῶν λειπομένων τεσσαράκοντα ἐτῶν σημαίνουσι τὸν ἀριθμὸν, αἱ δὲ ἑκατὸν πεντήκοντα τῷ Ἰσραὴλ, ἑκατὸν πεντήκοντα ἐτῶν ἀριθμὸν, μεθ' ὃν ἥ τε πόλις ᾠκοδομήθη, καὶ οἰκητόρων πλήρης ἐγένετο, τειχισθεῖσα, καὶ ἀπολαβοῦσα τοὺς περιβόλους, καὶ αἱ ἄλλαι τοῦ τε Ἰσραὴλ καὶ Ἰούδα πόλεις ἀνεῤῥώσθησαν πολλοὺς ἐνοίκους δεξάμεναι. Τοῦτο δὲ ἐγένετο τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας Ἀρταξέρξου τοῦ Ξέρξου, ἐφ' οὗ Νεεμίας οἰνοχόος αὐτῷ γεγονὼς, καὶ χάριν αἰτήσας τὸν βασιλέα, σὺν πολλῇ προθυμίᾳ τὴν Ἰουδαίαν κατέλαβε, καὶ τὰ προειρημένα πάντα πεποίηκε. Καὶ τοῦτο σαφῶς ἡ τοῦ Ἔσδρα διδάσκει συγγραφή. Εἰ δέ τις καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν ἀκριβῶς μαθεῖν βούλεται, ἀρχὴν τοῦ ἀριθμοῦ λαβέτω τὸν πέμπτον τῆς αἰχμαλωσίας Ἰεχονίου. Ἐξ ἐκείνου γὰρ καὶ τὰ τεσσαράκοντα ἠριθμήσαμεν· εὑρήσεις γὰρ τεσσαράκοντα μὲν ἕως πρώτου ἔτους Κύρου τοῦ Πέρσου, ἐκεῖθεν ὑπόλοιπα Κύρου εἴκοσι καὶ ἐννέα, εἶτα Καμβύσου ἑπτὰ, ἔπειτα Δαρείου τοῦ Ὑστάσπου τριάκοντα καὶ πέντε· πρὸς τούτοις Ξέρξου εἴκοσι, καὶ Ἀρταξέρξου ἐννεακαίδεκα· τῷ γὰρ εἰκοστῷ ἔτει προσέταξεν ἀνοικοδομηθῆναι τὰ τείχη τῆς πόλεως. Καὶ μηδεὶς λεγέτω, ὅτι τῷ Ἰσραὴλ ἡ τῆς Ἱερουσαλὴμ οἰκοδομία οὐδαμῶς διέφερεν πάλαι διαιρεθέντι τῆς Ἰούδα φυλῆς· μετὰ γὰρ τὴν ἐπάνοδον οὐκ ἔμεινεν ἡ διαίρεσις, ἀλλ' ὁμοφρονοῦντες διετέλουν ἅπαντες οἱ τῆς ἐπανόδου τετυχηκότες, τὴν Ἱερουσαλὴμ μητρόπολιν ἔχοντες. ζʹ. Καὶ εἰς τὸν συγκλεισμὸν Ἱερουσαλὴμ, φησὶν, ἑτοιμάσεις τὸ πρόσωπόν σου, καὶ τὸν βραχίονά σου στερεώσεις, καὶ προφητεύσεις ἐπ' αὐτήν. «Προσώπου ἑτοιμασία» τὴν ἀγανάκτησιν σημαίνει, «βραχίονος δὲ στερέωσις» τὴν ἐπαγομένην παιδείαν