Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.860
Not analysed yet
ηʹ. Καὶ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμοὺς, καὶ οὐ μὴ στραφήσῃ ἀπὸ τοῦ πλευροῦ σου ἐπὶ τὸ πλευρόν σου, ἕως οὗ συντελεσθῶσιν αἱ ἡμέραι τοῦ συγκλεισμοῦ σου. Δεῖ γὰρ αὐτοὺς μαθεῖν δι' ὧν ἐπιτηδεύεις, ὡς πρὸ τοῦ ὡρισμένου καιροῦ οὐδεμιᾶς ἀνακλήσεως τεύξονται. Διὸ προσήκει σε τὸν ὡρισμένον χρόνον ἐφ' ἑκατέρου διατελέσαι πλευροῦ, μὴ μετακινούμενον, ὥστε τὴν ἐπενεχθεῖσαν κατ' αὐτῶν μαθεῖν αὐτοὺς ψῆφον. θʹ, ιʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πυροὺς, καὶ κριθὰς, καὶ κύαμον, καὶ φακὸν, καὶ κέγχρον, καὶ ὀλύραν, καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον, καὶ ποιήσεις αὐτὰ ἑαυτῷ εἰς ἄρτους, κατὰ ἀριθμὸν τῶν ἡμερῶν, ὧν σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου· ἐννενήκοντα καὶ ἑκατὸν ἡμέραις φάγεσαι αὐτά. Καὶ τὸ βρῶμά σου, ὃ φάγεσαι, ἐν σταθμῷ εἴκοσι σίκλους τὴν ἡμέραν, ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά. Ἐπίπονα ὁ προφήτης ἐπιτάττεται, τῶν τιμωρουμένων τὸν τύπον ἐν ἑαυτῷ δεχόμενος, καὶ διδάσκων τὸν λαὸν, δι' ὧν ποιεῖν ἐκελεύετο, τὸν ἐσόμενον ἐν Ἱεροσολύμοις λιμόν. Διὸ καὶ οὐκ ἐκ πυρῶν μόνον κατασκευάζειν τὸν ἄρτον προστάττεται, ἀλλὰ καὶ κέγχρου, καὶ ὀλύρας, καὶ κυάμου· ἡ δὲ τοιαύτη βρῶσις, ἐνδείας σημεῖον· καὶ ὁ σταθμὸς δὲ πάλιν τὴν σπάνιν σημαίνει. Ἅπαξ γὰρ, φησὶ, τῆς ἡμέρας φάγεσαι εἴκοσι σίκλους, οἳ ποιοῦσι τρεῖς ὀγκίας, καὶ μικρόν τι πρὸς, ὥς φασιν οἱ τὰ στάθμια ταῦτα καὶ τὰ μέτρα ἠκριβωκότες. ιαʹ. Καὶ ὕδωρ μέτρῳ πίεσαι, τὸ ἔκτον τοῦ ἳν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι. Καὶ τοῦτο πάλιν τὴν ἐπίτασιν τῆς ἐνδείας ἢν ἡ πολιορκία πεποίηκε, παραδηλοῖ· τὸ δὲ ἳν, μέτρον ἦν παρ' αὐτοῖς· οὗ τὸ ἕκτον κατὰ τὸν Σύρον ἥμισυ ξέστου ἐχώρει· τοῦτο δὲ τὸ μέτρον πίνειν ὁ προφήτης ἐκελεύετο, ἵνα προσημήνῃ τὴν ἀπὸ τῆς πολιορκίας αὐτοῖς γενησομένην τῶν ἀναγκαίων σπάνιν. ιβʹ. Καὶ ἐγκρυφίαν κρίθινον φάγεσαι αὐτά· ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ' ὀφθαλμοὺς αὐτῶν. Ἀρτοποιήσεις δὲ, φησὶ, τὰ παντοδαπὰ ταῦτα σπέρματα, ὡς εἰώθασι τοὺς κριθίνους ἄρτους κατασκευάζειν· ὕλη δὲ τοῦ τῆς ἀρτοποιΐας πυρὸς ἡ ἀνθρωπίνη κόπρος γενέσθω, εἰς ἔνδειξιν τῶν ἐσομένων αὐτοῖς ἐν τοῖς ἔθνεσι μιασμάτων. Διὸ ἐπάγει· ιγʹ. Οὕτως φάγονται οἱ υἱοὶ Ἰσραὴλ τὸν ἄρτον αὐτῶν ἀκάθαρτον ἐν τοῖς ἔθνεσιν, οὗ διασκορπιῶ αὐτούς. Ἀνάγκη γὰρ ἦν, ἅτε δὴ αἰχμαλώτους, καὶ ἀλλοφύλοις ἔθνεσιν ἐπιμιγνυμένους, οὐ κατὰ νόμον πολιτεύεσθαι, ἀλλὰ πολλὰς ἐκ τῆς ἐπιμιξίας ἀφορμὰς εἰς παρανομίαν λαμβάνειν. ιδʹ. Καὶ εἶπον, Μηδαμῶς Κύριε ὁ Θεὸς Ἰσραήλ· ἰδοὺ ἡ ψυχή μου οὐ μεμίαται ἐν ἀκαθαρσίᾳ,