Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.861
Not analysed yet
καὶ θνησιμαῖον καὶ θηριάλωτον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον καὶ βέβηλον. Ἀναγκασθεὶς ὁ προφήτης τὴν ἔννομον αὑτοῦ πολιτείαν γυμνοῖ, ἱκετεύων τὸν φιλάνθρωπον Δεσπότην προστάγματι ἑτέρῳ λῦσαι τὰ κελευσθέντα· καὶ παραυτίκα πέπεικεν· ἀγαθὸς γὰρ καὶ ῥᾳδίως τοῖς ἱκέταις ἐπικαμπτόμενος, ὥσπερ ἀμέλει καὶ τότε, βολβίτοις χρήσασθαι βοῶν εἰς τὴν ἀρτοποιΐαν ἐκέλευσε. Τούτοις ἐπάγει· ιϛʹ, ιζʹ. Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἱερουσαλὴμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ, καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται. Ὅπως ἐνδεεῖς ἄρτου καὶ ὕδατος γένωνται· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ, καὶ ἐντακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν. Δύο δὲ διὰ τῆς ἀρτοποιΐας ἐκείνης σημαίνεται πράγματα, διὰ μὲν τοῦ σταθμοῦ ὁ ἐν Ἱεροσολύμοις λιμὸς, διὰ δὲ τῆς ἀκαθάρτου κατασκευῆς ἡ ἐν τοῖς παρανόμοις ἔθνεσι διαγωγή. Ἀλλὰ τὸ δίκαιον ἡ τιμωρία περιέχει. «Ἐντακήσονται γὰρ, φησὶν, ἐν ταῖς ἀδικίαις αὑτῶν·» δίκας γὰρ, φησὶ, τίσουσιν ὧν πλημμελοῦντες διετέλεσαν. ΚΕΦΑΛ. Εʹ. αʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ ῥομφαίαν ὀξεῖαν, ὥσπερ ξυρὸν κουρέως, καὶ κτῆσαι αὐτὴν σεαυτῷ, καὶ ἐπάξεις ἐπὶ τὴν κεφαλήν σου, καὶ ἐπὶ τὸν πώγωνά σου, καὶ λήψῃ ζυγὸν σταθμίων, καὶ διαστήσεις αὐτούς. Ἡ ῥομφαία τὴν τιμωρητικὴν αἰνίττεται δύναμιν· ἡ δὲ τῶν τριχῶν τῆς κεφαλῆς καὶ τοῦ πώγωνος ἀφαίρεσις, τῆς εὐπρεπείας τὴν στέρησιν· τὰ δὲ ζυγὰ καὶ σταθμία, τῆς τοῦ Θεοῦ ψήφου τὸ δίκαιον· οὐδὲν γὰρ ἀστάθμητον παρὰ τοῖς ἀνεξερευνήτοις αὐτοῦ κρίμασι. βʹ. Τὸ τέταρτον ἐν πυρὶ κατακαύσεις ἐν μέσῃ τῇ πόλει, κατὰ τὴν συμπλήρωσιν τῶν ἡμερῶν τοῦ συγκλεισμοῦ σου, καὶ λήψῃ τὸ τέταρτον, καὶ κατακαύσεις ἐν μέσῳ αὐτῆς, καὶ τὸ τέταρτον κατακόψεις ἐν ῥομφαίᾳ κύκλῳ αὐτῆς, καὶ τὸ τέταρτον διασκορπιεῖς τῷ πνεύματι, καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν. Ταῦτα αὐτὸς ἑρμηνεύει μετὰ βραχέα, καὶ καλεῖ πῦρ, καὶ τὸν λιμὸν, καὶ τὸν θάνατον· διὸ τὰ δύο τέταρτα προσέταξε τῷ πυρὶ παραδοθῆναι, ὡς καὶ τούτου κἀκείνου δίκην πυρὸς ἐπινεμομένου τοὺς ἀνθρώπους· διὰ δὲ τῆς ῥομφαίας τὴν τῶν πολεμίων ἔφοδον ἐσήμανε, καὶ τὰς ὑπ' ἐκείνων ἐσομένας σφαγάς· τὸν δὲ διασκορπισμὸν τὴν αἰχμαλωσίαν καὶ τὴν ἐσομένην διασπορὰν, περὶ ὧν ἐπήγαγε· «Καὶ μάχαιραν ἐκκενώσω ὀπίσω αὐτῶν·» καὶ γὰρ μετὰ τὸ γενέσθαι δορυάλωτοι μυρία θανάτων ὑπέμειναν εἴδη.