Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.864
Not analysed yet
γʹ, δʹ. Καὶ λήψῃ, φησὶν, ἐκεῖθεν ὀλίγους ἐν ἀριθμῷ, καὶ συμπεριλήψῃ αὐτοὺς τῇ ἀναβολῇ σου. Καὶ ἐκ τούτων λήψῃ ἔτι, καὶ ῥίψεις αὐτοὺς ἐν μέσῳ τοῦ πυρὸς, καὶ κατακαύσεις αὐτοὺς ἐν πυρί· ἐξ αὐτοῦ ἐξελεύσεται πῦρ εἰς πάντα οἶκον Ἰσραήλ. Σημαίνει δὲ διὰ τούτων τοὺς ὑπολειφθέντας, οὓς Ναβουζαρδᾶν ὁ ἀρχιμάγειρος κατέλιπε μετὰ Γοδολίου, οἳ πάλιν διαφόρως κατηναλώθησαν· νῦν μὲν ὑπ' ἀλλήλων ἀναιρούμενοι, νῦν δὲ εἰς Αἴγυπτον ἀποδιδράσκοντες, καὶ τῆς ἀσεβείας οὐκ ἀφιστάμενοι. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἡ τοῦ Ἱερεμίου προφητεία διδάσκει. Τὸ δὲ, «Ἐξ αὐτῆς ἐξελεύσεται πῦρ εἰς πάντα οἶκον Ἰσραὴλ,» αἰνίττεται μὲν καὶ τὴν τότε γενομένην ἀγανάκτησιν τοῦ Βαβυλωνίου, καὶ τὸν ἐπενεχθέντα αὐτοῖς ἐν Αἰγύπτῳ ὄλεθρον· προσημαίνει δὲ καὶ τὰς μετὰ τὴν ἐπάνοδον ἐπὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς γενομένας στάσεις, δι' ἃς ταῖς μυρίαις ἐκείναις περιέπεσον συμφοραῖς. Διαφερόντως δὲ προαγορεύει τὴν κατὰ τοῦ Δεσπότου Χριστοῦ μανίαν, καὶ τὴν μετὰ τὸν σταυρὸν γενομένην αὐτῶν πανωλεθρίαν, καὶ εἰς πᾶσαν τὴν οἰκουμένην διασποράν. Ταῦτα, φησὶ, ποιήσας, εἰπὲ καὶ τῆς τιμωρίας τὰς αἰτίας. εʹ, ϛʹ. Τάδε λέγει Ἀδωναῒ Κύριος· Αὕτη Ἱερουσαλὴμ, ἐν μέσῳ τῶν ἐθνῶν τέθεικα αὐτὴν, καὶ τὰς κύκλῳ αὐτῆς χώρας· καὶ ἐρεῖς, ἤλλαξε τὰ δικαιώματά μου εἰς ἀνομίαν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῆς. Διότι τὰ δικαιώματά μου ἀπώσαντο αὐτὰ, καὶ ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθησαν ἐν αὐτοῖς. Ὁ τῶν ὅλων Θεὸς τὸ Ἰουδαίων ἐξελέξατο ἔθνος, διὰ τούτων ἅπαντας ἀνθρώπους εὐεργετῆσαι βουλόμενος· διὸ καὶ νόμον αὐτοῖς ἀπὸ πάντων αὐτοὺς διορίζοντα δέδωκεν, ἵνα κἀντεῦθεν τὸ ἐπίσημον ἔχωσιν· ἔδωκε δὲ αὐτοῖς καὶ τόπον εἰς οἰκητήριον τῆς οἰκουμένης τὰ μέσα· πρὸς ἕω μὲν γὰρ καὶ ἄρκτον τὴν Ἀσίαν εἶχον, πρὸς ἑσπέραν δὲ τὴν Εὐρώπην διὰ τῆς θαλάσσης συναπτομένην· ἀπὸ δὲ νότου τὴν Λιβύην. Εἰς ταῦτα γὰρ τρία τμήματα καὶ οἱ τοῦ Νῶε παῖδες τὴν οἰκουμένην διείλοντο. «Τέθεικα τοίνυν τὴν Ἱερουσαλὴμ, φησὶν ὁ Θεὸς, ἐν μέσῳ τῶν ἐθνῶν, ἵν' ἐκεῖνοι τὴν ἀπὸ ταύτης ὠφέλειαν ἑλκύσωσιν, καὶ πᾶσαν εὐσέβειαν καὶ εὐνομίαν παρ' αὐτοῖς μεταμάθωσιν· αὕτη δὲ πᾶν τοὐναντίον πεποίηκεν· οὐ γὰρ μόνον αὐτοῖς τῆς παρ' ἐμοῦ δοθείσης εὐνομίας οὐ μετέδωκεν, ἀλλὰ καὶ τῆς ἐκείνων δυσσεβείας μετέλαβε. ζʹ, ηʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν ἡ μορφὴ ὑμῶν ἐκ τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν, ἐν τοῖς νομίμοις μου οὐκ ἐπορεύθητε, καὶ τὰ δικαιώματά μου οὐκ ἐποιήσατε, ἀλλ' οὐδὲ κατὰ τὰ δικαιώματα τῶν ἐθνῶν τῶν κύκλῳ ὑμῶν οὐκ ἐποιήσατε. Διὰ τοῦτο τάδε λέγει