Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.884
Not analysed yet
δὲ αὐτὸ καλεῖ, ἐκ μεταφορᾶς τῶν μοιχευομένων γυναικῶν, καὶ εἰς ζηλοτυπίαν τοὺς ἄνδρας ἀγουσῶν. Τοῦτο δὲ καὶ διὰ τοῦ μεγάλου Μωσέως αὐτὸς ὁ Θεὸς ἔφη· «Αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ Θεῷ·» καὶ ἑρμηνεύων αὐτὸ ἐπήγαγε, Παρώργισάν με ἐν τοῖς εἰδώλοις αὑτῶν. δʹ, εʹ. Καὶ ἰδοὺ ἐκεῖ ἦν δόξα Κυρίου Θεοῦ Ἰσραὴλ, κατὰ τὴν ὅρασιν, ἣν ἴδον ἐν τῷ πεδίῳ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου πρὸς βοῤῥᾶν· καὶ ἀνέβλεψα τοῖς ὀφθαλμοῖς μου πρὸς βοῤῥᾶν, ἐπὶ τὴν πύλην τὴν πρὸς ἀνατολὰς τοῦ θυσιαστηρίου, οὗ ἡ εἰκὼν τοῦ ζήλου τούτου ἐν τῷ εἰσπορεύεσθαι αὐτήν. Καὶ ἤδη προειρήκαμεν, ὅτι τὸ δίκαιον τῆς τῶν Ἰουδαίων τιμωρίας ὁ προφήτης διδάσκεται· οὗ χάριν αὐτῷ πάντα ὑποδείκνυσιν ὁ δίκαιος κριτὴς τὰ ὑπ' ἐκείνων τολμώμενα. ϛʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου ἑώρακας τί οὗτοι ποιοῦσιν, ἀνομίας μεγάλας, ἃς ὁ οἶκος Ἰσραὴλ ποιοῦσιν ὧδε, τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἁγίων μου; Ὁρᾷς, φησὶν, ὡς αὐτοὶ ταῖς οἰκείαις πονηρίαις ἐπισπῶνται τὰς τιμωρίας; Ἀσεβοῦντες γὰρ, καὶ τῆς ἐμῆς θεραπείας καταφρονοῦντες, πόῤῥω τῶν ἁγίων μου γενήσονται τόπων, κατὰ τὴν τοῦ Δαβὶδ προφητείαν, ὅτι οἱ μακρύναντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται. ζʹ—θʹ. Καὶ ἐπήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς αὐλῆς, καὶ ἴδον, καὶ ἰδοὺ ὀπὴ ἐν τῷ τοίχῳ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, ὄρυξον δὴ ἐν τῷ τοίχῳ· καὶ ὤρυξα, καὶ ἰδοὺ θύρα μία ἐν τῷ τοίχῳ. Καὶ εἶπε πρός με· Εἴσελθε καὶ ἴδε τὰς ἀνομίας τὰς πονηρὰς, ἃς οὗτοι ποιοῦσιν ὧδε. Δείξας αὐτῷ ὁ Δεσπότης τὴν προφανῶς ὑπ' αὐτῶν τολμωμένην ἀσέβειαν, ὑποδείκνυσι καὶ τὰ κρύβδην γιγνόμενα. ιʹ, ιαʹ. Εἰσῆλθον γὰρ, φησὶ, καὶ ἴδον, καὶ ἰδοὺ πᾶσα ὁμοίωσις ἑρπετοῦ, καὶ κτήνους, μάταια βδελύγματα, καὶ πάντα τὰ εἴδωλα τοῦ οἴκου Ἰσραὴλ διαγεγραμμένα ἐν τῷ τοίχῳ κύκλῳ διόλου. Καὶ ἑβδομήκοντα ἄνδρες ἐκ τῶν πρεσβυτέρων οἴκου Ἰσραὴλ καὶ Ἰεζονίας υἱὸς Σαφὰν εἱστήκει ἐν τῷ μέσῳ αὐτῶν, καὶ ἕκαστος τὸ θυμιατήριον εἶχεν ἐν τῇ χειρὶ αὑτοῦ, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἀνέβαινε. Πολλὴ πρὸς τῇ ἀσεβείᾳ ἡ τῆς ἀνοίας ὑπερβολή· τί γὰρ ἀνοητότερον τῶν τὰς εἰκόνας προσκυνούντων τῶν ἰοβόλων ἑρπετῶν καὶ τῶν ἀλόγων κτηνῶν; Τὰ μὲν γὰρ ἀναιρεῖν εἰώθαμεν, ὡς λυμαντικὰ καὶ ἐπίβουλα· τὰ δὲ εἰς ἡμετέραν δουλείαν καὶ θεραπείαν ὁ Δεσπότης ἀπένειμεν. «Τῷ γὰρ, φησὶν, ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον—