Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.885
Not analysed yet
καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.» Σκοπήσωμεν τοίνυν, πόσης ἐστὶν ἀλογίας μεστὸν, τὸ τῶν οἰκετῶν καὶ δούλων προσκυνεῖν τὰς εἰκόνας. Ὅθεν εἰκότως ὁ Δεσπότης ἀγανακτῶν, πρὸς τὸν προφήτην φησίν· ιβʹ. Ἑώρακας, υἱὲ ἀνθρώπου, ἃ οἱ πρεσβύτεροι οἴκου Ἰσραὴλ ποιοῦσιν, ἕκαστος ἐν τῷ κοιτῶνι αὑτοῦ τῷ κρυπτῷ, διότι εἶπον· Οὐχ ὁρᾷ Κύριος, ἐγκαταλέλοιπε τὴν γῆν. Αἰτία γὰρ τῆς ἀσεβείας ἡ τοῦ Θεοῦ λήθη, καὶ πείσαντες σφᾶς αὐτοὺς, ὡς οὐδὲν τῶν ὑπ' αὐτῶν γιγνομένων ὁ Θεὸς ἐφορᾷ, ἐπ' ἐκείνην τὴν παρανομίαν ἐχώρησαν. Ὑπὸ δὲ τοῦ μακαρίου Δαβὶδ τοὐναντίον καὶ φρονεῖν διδασκόμεθα καὶ λέγειν· «Προωρόμην γὰρ, φησὶ, τὸν Κύριον ἐνώπιόν, μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.» ιγʹ, ιδʹ. Καὶ εἶπε πρός με· Ἔτι ὄψει ἀνομίας μείζονας, ἃς οὗτοι ποιοῦσι. Καὶ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τῆς πύλης οἴκου Κυρίου, τῆς βλεπούσης πρὸς βοῤῥᾶν· καὶ ἰδοὺ γυναῖκες καθεζόμεναι καὶ θρηνοῦσαι τὸν Θαμμούζ. Τούτων δὲ οὐ μόνον ἀσέβειαν, ἀλλὰ καὶ ἀκολασίαν κατηγορεῖ. Ὁ γὰρ Θαμμοὺζ ὁ Ἄδωνίς ἐστι κατὰ τὴν Ἑλλάδα φωνήν. Ἀφροδισίων τοίνυν ὀργίων ὁ θρῆνος, ἀκολάστου δαίμονος, καὶ δι' ἀκολασίαν δεχομένου τὴν θεραπείαν. ιεʹ, ιϛʹ. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, καὶ ἔτι ὄψει ἐπιτηδεύματα μείζονα τούτων. Καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν οἴκου Κυρίου τὴν ἐσωτέραν· καὶ ἐπὶ τῶν προθύρων τοῦ ναοῦ Κυρίου ἀναμέσον τῶν αἰλὰμ, καὶ ἀναμέσον τοῦ θυσιαστηρίου, ὡς εἴκοσι πέντε ἄνδρες· τὰ ὀπίσθια αὐτῶν πρὸς τὸν ναὸν Κυρίου, καὶ τὰ πρόσωπα αὐτῶν κατέναντι πρὸς ἀνατολὴν, καὶ αὐτοὶ προσεκύνουν κατὰ ἀνατολὰς τῷ ἡλίῳ. Μεγίστη καὶ αὕτη δυσσεβείας ἐγχείρησις· τὸ γὰρ τῷ Δεσπότῃ τὰ νῶτα διδόντας προσκυνεῖν τὸν ὁμόδουλον ἥλιον, ποίαν μανίας ὑπερβολὴν καταλείπει; Αἰλὰμ δὲ τὸ προπύλαιον ἐκάλεσε τοῦ θείου νεώ· πρὸ αὐτοῦ γὰρ ἵδρυτο τὸ χαλκοῦν θυσιαστήριον· ἔφη δὲ, ὅτι μεταξὺ τοῦ αἰλὰμ καὶ τοῦ θυσιαστηρίου ἑστῶτες, τὴν ἀσέβειαν ἐκείνην ἐτόλμων· καλῶς δὲ καθ' ἕκαστον τῶν δεικνυμένων, ὥσπερ ἀπολογούμενος ὁ Δεσπότης ὑπὲρ τῆς Ἰουδαίων τιμωρίας τῷ οἰκείῳ θεράποντι, φησὶ πρὸς αὐτόν· ιζʹ. Ἑώρακας, υἱὲ ἀνθρώπου· μὴ μικρὸν τῷ οἴκῳ Ἰούδα τοῦ ποιεῖν τὰς ἀνομίας, ἃς πεποιήκασιν ὧδε; διότι ἔπλησαν τὴν γῆν ἀνομίας, καὶ ἀπεστράφησαν τοῦ παροργίσαι με· καὶ ἰδοὺ αὐτοὶ ἐκτείνουσι τὸ κλῆμα, ὡς μυκτηρίζοντές με. Ἐγὼ γὰρ, φησὶν, ἐξελεξάμην αὐτοὺς,