Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.888
Not analysed yet
καὶ τοὺς ἄλλους διὰ τούτων ἀποστῆσαι τῆς ἀσεβείας βουλόμενος· αὐτοὶ δὲ οὐ μόνον ὠφελείας οὐ μετέδωκαν, ἀλλὰ καὶ δυσσεβέστερα τετολμήκασιν, ὥστε πᾶσαν λοιπὸν τὴν γῆν ἀνομίας πλήρη γενέσθαι· ἐξέτειναν γὰρ τῆς ἀσεβείας τὰ κλήματα, ἐναντία τῷ ἐμῷ δρῶντες σκοπῷ. Διό φησι· ιηʹ. Καὶ ἐγὼ ποιήσω αὐτοῖς μετὰ θυμοῦ· οὐ φείσεται ὁ ὀφθαλμός μου, καὶ οὐ μὴ ἐλεήσω· κεκράξονται εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, καὶ οὐ μὴ εἰσακούσω αὐτῶν. Καθάπερ γὰρ αὐτοὶ οὐ τὰ τῆς εὐσεβείας, ἀλλὰ τῆς ἀσεβείας ἐξέτειναν κλήματα, καὶ τὴν τῶν γειτονευόντων ἐπέτειναν βλάβην· οὕτως ἀφειδῶς ἐγὼ τὴν ἰατρικὴν αὐτοῖς ἐπάξω τομὴν, οὐκ ἀνεχόμενος αὐτῶν παρακαλούντων, οὐδὲ ἀκούων βοώντων· οὐκ ἔστι γὰρ ἔλεος ἡ περὶ τοὺς τοιούτους φειδώ· προσήκει γὰρ τὸν ἰατρὸν μὴ τοῖς τοῦ τεμνομένου δακρύοις καὶ λόγοις προσέχειν, ἀλλὰ τῷ νόμῳ τῆς τέχνης. ΚΕΦΑΛ. Θʹ. αʹ. Καὶ ἀνακέκραγεν εἰς τὰ ὦτά μου φωνῇ μεγάλῃ, λέγων· Ἤγγικεν ἡ ἐκδίκησις τῆς πόλεως, καὶ ἕκαστος εἶχε τὰ σκεύη τῆς ἐξολοθρεύσεως ἐν τῇ χειρὶ αὑτοῦ. Εἶτα διδάσκει καὶ οἷα τὰ σκεύη. βʹ. Καὶ ἰδοὺ ἓξ ἄνδρες ἤρχοντο ἀπὸ τῆς πύλης τῆς ὑψηλῆς, τῆς βλεπούσης πρὸς βοῤῥᾶν, καὶ ἑκάστῳ πέλυξ ἐν τῇ χειρὶ αὐτοῦ. Ἐπειδὴ γὰρ ἀπὸ βοῤῥᾶ καὶ τὸ εἴδωλον ἵδρυτο, καὶ αἱ γυναῖκες τὸν Θαμμοὺζ ἐθρήνουν, ἀναγκαίως ἐκεῖθεν καὶ ἡ τιμωρία λαμβάνει τὴν εἴσοδον· ἀναμνησθῆναι δὲ προσήκει τῶν ἄνω εἰρημένων, ὅτι τὸ τέταρτον τῆς πόλεως ἔφη θανάτῳ παραδοθήσεσθαι· ὅρα τοίνυν τὰς τιμωρητικὰς δυνάμεις εἰς τὴν τεταγμένην κόλασιν εὐτρεπεῖς· καίτοι τῶν Ἀσσυρίων τὰς πολλὰς μυριάδας εἷς ἄγγελος κατηκόντισε, καὶ τῶν Αἰγυπτίων τὰ πρωτότοκα εἷς ἀνελεῖν προσετάχθη· ἐνταῦθα δὲ ἓξ τῶν Ἰουδαίων ἐνεχειρίσθησαν τὴν τιμωρίαν, διὰ τὴν τῆς ἀσεβείας ὑπερβολήν. «Καὶ ἀνὴρ, φησὶν, εἷς ἐν μέσῳ αὐτῶν ἐνδεδυκὼς ποδήρη, καὶ ζώνη σαπφείρου ἐπὶ τῆς ὀσφύος αὐτοῦ.» Τοῦ ἑβδόμου τὸ σχῆμα ἱερατικόν· οὐ γὰρ ἦν τῶν κολαζόντων, ἀλλὰ τῶν λυτρουμένων τοὺς σωτηρίας ἀξίους· ἐπειδὴ γὰρ ἑβδόμην ἡμέραν τιμᾶσθαι διηγόρευσεν, ἀναγκαίως τὸν ἕβδομον ἐντιμότατον δείκνυσι. «Καὶ εἰσῆλθον, καὶ ἐστάθησαν ἐχόμενοι τοῦ θυσιαστηρίου τοῦ χαλκοῦ.» Τοῦτο δὲ ἐν τῇ αὐλῇ ἵδρυτο πρὸ τῶν τοῦ νεὼ προπυλαίων. γʹ. Καὶ ἡ δόξα τοῦ Θεοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν Χερουβὶμ, ἡ οὖσα ἐπ' αὐτῶν, εἰς τὸν αἴθριον τοῦ οἴκου. Ἐπειδὴ γὰρ μέλλει τὴν κατὰ τῆς πόλεως ψῆφον ἐκφέρειν, ἔξω τῶν ἁγίων τόπων τοῦτο ποιεῖ· σωτηρίας γὰρ, ἀλλ' οὐ τιμωρίας ἐκεῖνοι παρεκτικοί.