Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.889
Not analysed yet
Καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὑτοῦ τὴν ζώνην. (δʹ.) Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Δίελθε μέσην τὴν πόλιν, μέσην τὴν Ἱερουσαλὴμ, καὶ δὸς τὸ σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων, καὶ τῶν κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις γινομέναις ἐν μέσῳ αὐτῶν. Ἀγαθὸν μὲν γὰρ τὸ παραινεῖν καὶ συμβουλεύειν τοῖς ἁμαρτάνουσιν· ὅταν δὲ ἀντιλέγωσι, καὶ μὴ πείθωνται, ἀναγκαῖος ὁ θρῆνος καὶ χρήσιμος. Διὸ καὶ ὁ μακάριος ἔλεγε Παῦλος· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;» Καὶ πάλιν· «Μήπως ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων.» Εὐσεβεῖς τοίνυν ὑπῆρχον καὶ οὗτοι ὀλοφυρόμενοι, καὶ στένοντες τὴν τοῦ λαοῦ παρανομίαν· διὸ ἐπίσημοι γίνονται, ἵνα μὴ κοινωνήσωσι τῆς τιμωρίας. Οὕτω, φησὶν, ἐκείνῳ ταῦτα ἐντειλάμενος, παρακελεύεται τοῖς λοιποῖς. εʹ, ϛʹ. Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε. Πρεσβύτερον, καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε. Πάλιν λέγω· «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος,» κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· προστίθημι δὲ καὶ τὴν τοῦ θεσπεσίου Δαβίδ· «Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ· ἐν ἡμέρᾳ γὰρ πονηρᾷ ῥύσεται αὐτοὺς ὁ Κύριος.» Ἀμφότερα γὰρ ταῦτα ἐν τοῖς ἀρτίως εἰρημένοις εὑρίσκομεν, τοὺς μὲν ἀφειδῶς παγγενῆ κοπτομένους, καὶ κατὰ πάσης ἡλικίας χωροῦσαν τὴν τιμωρίαν· τοὺς δὲ δικαίως σωζομένους, καὶ τῆς ἐκείνων κοινωνίας μένοντας ἐλευθέρους. Κελεύει δὲ ἀπὸ τῶν ἁγίων αὐτοῦ τὰς τιμωρητικὰς ἄρξασθαι δυνάμεις, οὐκ ἀληθῶς ἁγίους αὐτοὺς ὀνομάζων, ἀλλ' ἐπειδὴ τοῦτο εἶναι ὑπελαμβάνοντο, ὡς εἰς τὴν θείαν θεραπείαν ἀφωρισμένοι. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον περὶ τῶν ἁγίων τόπων τοῦτο ἐῤῥέθη, ἀλλὰ περὶ τῶν ἀφωρισμένων εἰς τὴν τοῦ Θεοῦ θεραπείαν ἀνθρώπων· καὶ τοῦτο δῆλον τὰ ἑξῆς τῆς προφητείας ποιεῖ. Εὐθὺς γὰρ ἐπάγει· «Καὶ ἤρξατο ἀπὸ τῶν ἀνδρῶν τῶν πρεσβυτέρων, οἳ ἦσαν ἔσω ἐν τῷ οἴκῳ.» Οὓς παρεγγυᾷ ἔνδον ἀναιρεθῆναι· δίκαιον γὰρ τοὺς ἐκεῖ παρανομοῦντας ἐκεῖ δοῦναι τὰς δίκας. ζʹ. Εἶπε γὰρ, φησὶ, πρὸς αὐτούς· Μιάνατε τὸν οἶκον, καὶ πλήσατε τὰς ὁδοὺς νεκρῶν· ἐκπορεύεσθε καὶ κόπτετε. Ἐπειδὴ γὰρ αὐτοὶ εἰδώ-