Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.901
Not analysed yet
τὴν ἐσομένην ἀντίληψιν παρ' αὐτοῦ, καὶ συμμαχίαν ἐπὶ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ· πνεῦμα δὲ καινὸν ἐκάλεσε τὴν ἐπὶ τὰ καλὰ τῆς ψυχῆς ὁρμήν· ἐπειδὴ γὰρ εἰς τἀναντία ἔῤῥεπον, τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν καινὸν προσηγόρευσε πνεῦμα· ὥσπερ γὰρ εἰρηκὼς ἑτέραν καρδίαν, οὐ φύσεως μεταβολὴν ἐσήμανεν, ἀλλὰ τῆς γνώμης τὴν ἐπὶ τὸ κρεῖττον ῥοπήν· οὕτω καὶ διὰ τοῦ πνεύματος τοῦ καινοῦ ταυτὸ τοῦτο ἐδήλωσε· μαρτυρεῖ δὲ καὶ τὰ ἐπαγόμενα· «Καὶ ἐκσπάσω γὰρ, φησὶ, τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν, καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην.» Καὶ οὐδεὶς ἂν τῶν ἐχεφρόνων φύσιν λίθου τὴν λιθίνην ὑπολάβοι καρδίαν, ἀλλὰ τὴν ἀπειθῆ, καὶ ἀτεράμονα, καὶ εἴκειν Θεῷ μὴ βουλομένην· σαρκίνην δὲ πάλιν, τὴν εὐπειθῆ καὶ εὐήκοον. κʹ. Ὅπως ἐν τοῖς προστάγμασί μου πορεύωνται, καὶ τὰ δικαιώματά μου φυλάσσωνται, καὶ ποιήσωσιν αὐτὰ, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Τῆς γὰρ πολιτείας αὐτῶν λοιπὸν κατὰ τοὺς ἐμοὺς ἐπιτελουμένης νόμους, ἐγὼ μὲν αὐτῶν κληθήσομαι Θεὸς, αὐτοὶ δὲ λαὸς ἐμὸς χρηματίσουσι. Ταῦτα εἰρηκὼς περὶ τῶν ἤδη δορυαλώτων γενομένων, πάλιν ἐπανάγει τὸν λόγον περὶ τῶν τὴν Ἱερουσαλὴμ τηνικαῦτα οἰκούντων. καʹ. Αὐτῶν δὲ, φησὶν, εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν ἡ καρδία αὐτῶν ἐπορεύετο, τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Ἀδωναῒ Κύριος. Τούτοις δὲ, φησὶν, ἐπειδὴ τοῖς ἐκείνων οὐκ ἐσωφρονίσθησαν κακοῖς, ἀλλὰ τῇ ἀσεβείᾳ προστετηκότες διατελοῦσι, τὰς ἀξίας τῶν τολμημάτων ἐπάξω δίκας. κβʹ, κγʹ. Καὶ ἐξῆραν τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα Θεοῦ Ἰσραὴλ ἐπ' αὐτὰ ὑπεράνω αὐτῶν. Καὶ ἀνέβη ἡ δόξα Κυρίου ἐκ μέσης τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὄρους, ὃ ἦν ἀπέναντι τῆς πόλεως. Τούτων, φησὶν, οὕτως εἰρημένων, ἀπέστη ἐκ τῆς πόλεως τὰ Χερουβὶμ, φέροντα τοῦ Θεοῦ τὴν δόξαν ἐποχουμένην· ἔστη δὲ ἐπὶ τοῦ ὄρους κατέναντι Ἱερουσαλήμ· ἔστι δὲ τοῦτο τὸ ὄρος τὸ τῶν Ἐλαιῶν καλούμενον, ὅθεν καὶ ἡ κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν ἀνάληψις ἐγένετο· εἰκότως τοίνυν καὶ τηνικαῦτα ἐν ἀνθρωπείῳ φανεὶς σχήματι, καὶ τὰς δύο φύσεις ἑνὶ δείξας προσώπῳ, καὶ τὴν μὲν θείαν διὰ τοῦ πυρὸς αἰνιξάμενος, διὰ τοῦ ἠλέκτρου δὲ τὴν ἀνθρωπείαν παραδηλώσας, κατὰ τῆς Ἱερουσαλὴμ τὴν ψῆφον ἐξενεγκὼν εἰς τὸ ὄρος τοῦτο χωρεῖ, κἀκεῖθεν ποιεῖται τὴν εἰς οὐρανοὺς ἄνοδον· καὶ γὰρ μετὰ τὸν σταυρὸν, καὶ τὸν θάνατον, τὴν κατὰ τῆς Ἱερουσαλὴμ ψῆφον πάλιν ἐξενεγκὼν, ὅτι οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ, εἰς τὸ ὄρος ἐκεῖνο