Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.904
Not analysed yet
μετὰ τῶν μαθητῶν ἀνελθὼν, ὑπὸ νοερῶν καὶ ἀοράτων φερόμενος δυνάμεων εἰς τοὺς οὐρανοὺς ἀνελήφθη. Τύπος τοίνυν τῶν ἐσομένων καὶ τὰ τῷ προφήτῃ δειχθέντα· οὕτω δὲ ταῦτα θεασάμενος, φησίν· κδʹ. Πνεῦμα ἀνέλαβέ με, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων ἐν ὁράσει ἐν Πνεύματι Θεοῦ. Οὐ γὰρ κατὰ ἀλήθειαν, φησὶ, σωματικῶς, νῦν μὲν εἰς τὴν Ἰουδαίαν, νῦν δὲ εἰς γῆν Χαλδαίων μετεφερόμην, ἀλλ' ὁράσει, τουτέστιν ἐν ὀπτασίᾳ· καὶ ἐν Πνεύματι Θεοῦ, ἀντὶ τοῦ, Διὰ τῆς τοῦ Θεοῦ ἐνεργείας τὴν διάνοιαν φωτιζόμενος, καὶ προφητικοὺς δεχόμενος ὀφθαλμοὺς, τούτων ἕκαστον ἐθεώρουν. Καὶ τοῦτο σαφέστερον ποιῶν ἐπήγαγε· Καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως, ἧς εἶδον. (κεʹ.) Καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ Κυρίου, οὓς ἔδειξέ μοι. Εἰς ἐμαυτὸν, φησὶν, ἐπανῆλθον, τῆς πνευματικῆς θεωρίας τέλος λαβούσης· καὶ ἐκεῖνα μὲν οὐκέτι ἑώρων, μόνους δὲ τοὺς συμπαρόντας πρεσβυτέρους, οἷς καὶ διηγησάμην ἕκαστον, ὧν τε εἶδον, ὧν τε ἀκήκοα· ἀλλὰ καιρὸς νῦν εἰπεῖν τὴν εὐαγγελικὴν ἐκείνην φωνὴν, «Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.» Ἱκανῶς γὰρ τοῦτο ἡμᾶς καὶ τὰ εἰρημένα ἐδίδαξε· πολλῶν γὰρ κατὰ ταυτὸν καθημένων, μόνος ὁ προφήτης τῆς πνευματικῆς ἐκείνης ἀπήλαυσε θεωρίας. Ταύτης τυχεῖν τῆς καθαρότητος καὶ ἡμεῖς σπουδάσωμέν τε καὶ ἱκετεύσωμεν, ἵνα πάσης λύμης ἀπαλλαγέντες, ἐνδελεχῶς μὲν ἐπὶ τοῦ παρόντος βίου τοῦ Θεοῦ τὴν μνήμην ἐν τῇ ψυχῇ περιφέρωμεν, μετὰ παῤῥησίας δὲ αὐτὸν ἰδεῖν ἀξιωθῶμεν ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ. Αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Δʹ. ΚΕΦΑΛ. ΙΒʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, ἐν μέσῳ οἴκου παραπικραίνοντος σὺ κατοικεῖς· οἳ ἔχουσιν ὀφθαλμοὺς τοῦ βλέπειν, καὶ οὐ βλέπουσι, καὶ τὰ ὦτα ἔχουσι τοῦ ἀκούειν, καὶ οὐκ ἀκούουσι, διότι οἶκος παραπικραίνων ἐστί. Τὴν ἐπ' ἄμφω τῆς ψυχῆς ῥοπὴν ὁ λόγος ἐδήλωσεν· «Ἔχουσι γὰρ, φησὶν, ὀφθαλμοὺς τοῦ βλέπειν, καὶ οὐ βλέπουσι, καὶ ὦτα ἔχουσι τοῦ