Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.905
Not analysed yet
ἀκούειν, καὶ οὐκ ἀκούουσι.» Καὶ διδάσκων ὡς οὐκ ἐκ φύσεως αὐτοῖς τὰ πάθη ταῦτα γέγονεν, ἐπήγαγε, «Διότι οἶκος παραπικραίνων ἐστί.» Τὸ δὲ παραπικραίνων ὁ Σύμμαχος προσεριστὴς ἡρμήνευσε, τουτέστι φιλόνεικος, ἀπειθὴς καὶ ἀνήκοος. Ταῦτα δὲ τῷ προφήτῃ προεῖπεν ὁ Δεσπότης, μέλλων αὐτὸν προστάττειν τὴν διὰ τῶν πραγμάτων ποιήσασθαι προφητείαν, καὶ οἱονεὶ ἀπολογούμενος, ὅτι διὰ τὴν τοῦ λαοῦ σκληρότητα καὶ ἀπείθειαν τοιαῦτα ἐπιτάττειν ἀναγκάζεται. γʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, ποίησον σεαυτῷ σκεύη αἰχμαλωσίας, καὶ αἰχμαλωτεύθητι ἡμέρας ἐνώπιον αὐτῶν, καὶ αἰχμαλωτευθήσῃ ἀπὸ τοῦ τόπου σου εἰς τόπον ἕτερον ἐνώπιον αὐτῶν, ὅπως ἴδωσι, διότι οἶκος παραπικραίνων ἐστί. Καὶ σαφέστερα τὰ εἰρημένα ποιῶν ἐπάγει· δʹ—ϛʹ. Καὶ ἐξοίσεις τὰ σκεύη σου, ὡς σκεύη αἰχμαλωσίας ἡμέρας, κατ' ὀφθαλμοὺς αὐτῶν, καὶ σὺ ἐξελεύσῃ ἑσπέρας ἐνώπιον αὐτῶν, ὡς ἐκπορεύεται αἰχμάλωτος. Διόρυξον σεαυτῷ εἰς τὸν τοῖχον, καὶ ἐξελεύσῃ δι' αὐτοῦ ἐνώπιον αὐτῶν. Ἐπ' ὤμων ἀναληφθήσῃ, καὶ κεκρυμμένος ἐξελεύσῃ, τὸ πρόσωπόν σου συγκαλύψεις, καὶ οὐ μὴ ἴδῃς τὴν γῆν· διότι τέρας δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Μίμησαι, φησὶ, πολιορκούμενόν τινα, εἶτα τῆς πόλεως ἁλισκομένης, καὶ φεύγειν ἀναγκαζόμενον, καὶ διορύττοντα τοῖχον, καὶ ἔξοδον ἐπινοοῦντα, καὶ τὸ πρόσωπον συγκαλύπτοντα, ἵνα μὴ γνώριμος τοῖς ὁρῶσι γένηται· διὰ σοῦ γὰρ βούλομαι ταῦτα ποιοῦντος προσημῆναι τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσι τὴν ἐσομένην αἰχμαλωσίαν. Τούτων δὲ ἕκαστον σαφέστερον ἡμᾶς ὁ θεσπέσιος Ἱερεμίας διδάσκει, διηγούμενος ὅπως ὁ Σεδεκίας, τῆς πόλεως ἁλούσης, μετὰ τῶν οἰκείων καὶ τῶν δορυφόρων ἐδραπέτευσε νύκτωρ, ἔξοδόν τινα μηχανησάμενος διὰ τοῦ κήπου τῶν βασιλείων. Εἶτα διδάσκει ὁ προφήτης, ὡς τῶν εἰρημένων ἕκαστον εἰς πέρας ἤγαγε, ἅτε δὴ θεῖα πληρῶν ἐπιτάγματα. Τούτων δὲ, φησὶν, οὕτω παρ' ἐμοῦ γενομένων, ηʹ—ιαʹ. Ἐγένετο λόγος Κυρίου τοπρωῒ πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οὐκ εἶπε πρὸς σὲ ὁ οἶκος τοῦ Ἰσραὴλ, ὁ οἶκος ὁ παραπικραίνων· Τί σὺ ποιεῖς; Εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος τῷ ἄρχοντι καὶ ἀφηγουμένῳ ἐν Ἱερουσαλὴμ, καὶ παντὶ οἴκῳ Ἰσραὴλ, οἵ εἰσιν ἐν μέσῳ αὐτῶν. Εἰπὲ, ὅτι Ἐγὼ τέρας ποιῶ, ὃν τρόπον πεποίηκα, οὕτως ἔσται αὐτοῖς, ἐν μετοικήσει καὶ αἰχμαλωσίᾳ πορεύσονται. Ἐρωτώμενος, φησὶ, παρὰ τῶν ἀπειθῶν τούτων καὶ ἀντιτύπων, τῶν ὑπὸ σοῦ γινομένων τὴν αἰτίαν, σαφῶς αὐτοῖς εἰπὲ, ὅτι Τέρας ὑμῖν ἐγώ εἰμι καὶ σημεῖον, διὰ τῶν πραγμά-