Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.908
Not analysed yet
των προφητεύων, καὶ ἐν ἐμαυτῷ σκιογραφῶν, τά τε τῷ βασιλεῖ τῆς Ἱερουσαλὴμ, καὶ πᾶσι τοῖς ἄρχουσι συμβησόμενα. ιβʹ. Καὶ ὁ ἄρχων γὰρ αὑτῶν ἐν μέσῳ αὐτῶν ἐπ' ὤμων ἀρθήσεται, καὶ κεκρυμμένως ἐξελεύσεται διὰ τοῦ τοίχου, καὶ διορύξει τοῦ ἐξελθεῖν αὐτὸν δι' αὐτοῦ· τὸ πρόσωπον αὑτοῦ συγκαλύψει, ὅπως μὴ ὁραθῇ ὀφθαλμοῖς, καὶ αὐτὸς τὴν γῆν οὐκ ὄψεται. Ἀλλ' ὅμως καὶ οὕτω ποιούμενος τὴν φυγὴν, καὶ πάντα μηχανώμενος ὥστε λαθεῖν, συλληφθήσεται παρὰ τῶν πολεμίων. ιγʹ. Καὶ ἐκπετάσω, φησὶ, τὸ δίκτυόν μου ἐπ' αὐτὸν, καὶ συλληφθήσεται ἐν τῇ περιοχῇ μου, καὶ ἄξω αὐτὸν εἰς Βαβυλῶνα εἰς γῆν Χαλδαίων, καὶ αὐτὴν οὐκ ὄψεται, καὶ ἐκεῖ τελευτήσει. Διὰ πάντων ἐδίδαξε τῶν εἰρημένων, ὡς ὀργάνοις κεχρημένος τοῖς πολεμίοις, δίκας ἀπαιτήσει τῆς ἀσεβείας, καὶ τὸν βασιλέα, καὶ τοὺς ἄρχοντας, καὶ ἅπαν τὸ ὑπήκοον. Δίκτυον γὰρ αὑτοῦ τοὺς πολεμίους ἐκάλεσε, καὶ περιοχὴν αὑτοῦ τὴν πολιορκίαν. Ταῦτα δὲ καὶ ἡ τετάρτη τῶν Βασιλειῶν, καὶ ὁ μακάριος Ἱερεμίας σαφῶς διδάσκει. Ἱππικὸν γὰρ σύνταγμα πέμψας ὁ Ναβουχοδονόσορ εἰς τὴν καθ' Ἱεριχὼ ἔρημον, καὶ τὸν Σεδεκίαν καὶ τοὺς σὺν αὐτῷ δραπετεύσαντας συλλαβὼν, ἤγαγεν εἰς Δεβλαθὰ, κἀκεῖ τοῦ Σεδεκίου τοὺς παῖδας πρότερον ἀνελὼν, καὶ θεατὴν αὐτὸν ποιήσας τῆς τῶν παίδων σφαγῆς, οὕτως αὐτοῦ τοὺς ὀφθαλμοὺς ἐξώρυξε, καὶ δεσμὰ περιθεὶς ἐκ χαλκοῦ πεποιημένα, εἰς τὴν Βαβυλῶνα ἀπήγαγε, μύλωνα οἰκεῖν ἀναγκάσας. Διὸ καὶ ἡ προφητεία φησὶν, ὅτι «Εἰς Βαβυλῶνα ἀχθήσεται, καὶ αὐτὴν οὐκ ὄψεται.» ιδʹ, ιεʹ. Καὶ πάντας, φησὶ, τοὺς κύκλῳ αὐτοῦ τοὺς βοηθοὺς αὐτοῦ, καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτοῦ, διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκχεῶ ὀπίσω αὐτῶν. Καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἐν τῷ διασκορπίσαι με αὐτοὺς ἐν τοῖς ἔθνεσι, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις. Ὅσοι δ' ἂν διαφύγωσι τὴν ἐν τῷ πολέμῳ σφαγὴν, αἰχμαλώτους ἀπαχθῆναι παρασκευάσω, καὶ μετοίκους ἀποφανῶ καὶ σποράδας, ἵνα δι' αὐτῶν μάθωσι τῶν πραγμάτων, ὡς κωφὰ μὲν τὰ εἴδωλα, καὶ παντελῶς μὲν ἀδρανῆ, ἐγὼ δὲ Κύριος καὶ Δεσπότης. ιϛʹ. Καὶ ὑπολήψομαι ἐξ αὐτῶν ἄνδρας ἀριθμῷ ἐκ ῥομφαίας, καὶ ἐκ λιμοῦ, καὶ ἐκ θανάτου, ὅπως ἂν ἐκδιηγῶνται πάσας τὰς ἀνομίας αὑτῶν ἐν τοῖς ἔθνεσιν, οὗ εἰσῆλθον ἐκεῖ, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. Αὐτοὶ δὲ οὗτοι, φησὶν, οἳ λείψανον ἔσονται τοῦ λιμοῦ, καὶ τοῦ θανάτου, καὶ τῆς πολεμικῆς σφαγῆς, κατήγοροι τῆς οἰκείας δυσσεβείας καὶ τῆς παρανομίας γενήσονται, διδάσκοντες τὰ ἔθνη ὧν εἰσι μέτοικοι, ὡς δίκας τίνουσιν ὧν εἰς ἐμὲ πεπλημμελήκασι.