Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.909
Not analysed yet
ιζʹ, ιηʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ' ὀδύνης φαγῇ, καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πιεῖ. Καὶ τοῦτο πάλιν σημεῖον τοῦ κατὰ τὴν πολιορκίαν γενησομένου λιμοῦ. ιθʹ, κʹ. Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τῆς γῆς· Τάδε λέγει Ἀδωναῒ Κύριος τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ καὶ ἐπὶ τῆς γῆς τοῦ Ἰσραήλ· Τοὺς ἄρτους αὑτῶν μετ' ἐνδείας φάγονται, καὶ τὸ ὕδωρ αὑτῶν μετ' ἀφανισμοῦ πίονται, ὅπως ἀφανισθῇ ἡ γῆ σὺν πληρώματι αὑτῆς, ἐν ἀσεβείᾳ πάντων τῶν κατοικούντων ἐν αὐτῇ. Καὶ αἱ πόλεις αὐτῶν αἱ κατοικούμεναι ἐξερημωθήσονται, καὶ ἡ γῆ εἰς ἀφανισμὸν ἔσται, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Ἐπειδὴ γὰρ ἀπολαύοντες τῶν παρ' ἐμοῦ ἀγαθῶν, καὶ τοῖς ἀπὸ γῆς ἐντρυφῶντες καρποῖς, ἠγνοεῖτε τὸν δοτῆρα, καὶ ἀγνώμονες περὶ τὸν εὐεργέτην ἐγένεσθε, ἐν τῇ στερήσει τῶν ἀγαθῶν καὶ τῇ τῶν πόλεων ἐρημίᾳ τὴν ἐμὴν μαθήσεσθε δεσποτείαν. Ταῦτα δὲ τοῖς ἐν Ἱεροσολύμοις προηγόρευσεν ὁ προφήτης ἐν τῇ αἰχμαλωσίᾳ τυγχάνων, τοῦ Θεοῦ βουλομένου, καὶ τοὺς ἤδη γενομένους αἰχμαλώτους ψυχαγωγεῖν, ὅτι οὐ μόνοι τοιαῦτα πεπόνθασιν, ἀλλὰ καὶ τοὺς ἄλλους σχήσουσι κοινωνούς· καὶ τοὺς ἔτι τὴν Ἱερουσαλὴμ οἰκοῦντας, φόβῳ τῆς τῶν κακῶν προφητείας, πεῖσαι θέλων παύσασθαι τῆς πονηρίας. Πρὸς δὲ τούτοις, ἐπειδὴ τοῖς τοῦ θείου Ἱερεμίου οἱ τὴν Ἱερουσαλὴμ οἰκοῦντες ἀντέλεγον λόγοις, καὶ τοῖς τοῦ θεσπεσίου Ἰεζεκιὴλ ὁμοίως οἱ ἐν τῇ Χαλδαίᾳ διάγοντες, ἀναγκαίως τὰ δι' ἀλλήλων βεβαιοῦσι σύμφωνα προφητεύοντες, καὶ διὰ τῆς συμφωνίας θείους ἀποφαίνουσι τοὺς λόγους. Εἰ μὲν γὰρ πλησίον ᾤκουν ἀλλήλων, ἔσχε γοῦν χώραν κατὰ τῆς τῶν λόγων συμφωνίας ἡ ὑποψία· ἐπειδὴ δὲ πολλοῖς σταθμοῖς ἀλλήλων διείργοντο, καὶ ταυτὰ προηγόρευον, ἀναγκαίως θεῖα δείκνυται τὰ λεγόμενα. Τούτου χάριν, Ἱερεμίας μὲν τοῖς ἐν τῇ Χαλδαίᾳ ἐπιστέλλει, Ἰεζεκιὴλ δὲ τοῖς ἐν τῇ Ἰουδαίᾳ, τοῦ Θεοῦ τῶν ὅλων καὶ τούτοις κἀκείνοις ὠφελείας πάντα πόρον μηχανωμένου. καʹ, κβʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, τίς ἡ παραβολὴ αὕτη ἐπὶ τῆς γῆς τοῦ Ἰσραὴλ λεγόντων· Μακρὰν αἱ ἡμέραι, ἀπόλωλε πᾶσα ὅρασις; Τί δήποτε, φησὶν, οἱ τὴν Ἰουδαίαν οἰκοῦντες λέγειν εἰώθασι τοῖς προφήταις, ὅτι Τὰ μετὰ πολὺν ἐτῶν ἀριθμὸν ἐσόμενα προαγορεύετε, ψεῦδος ἀναμιγνύντες τοῖς λόγοις, καὶ οὐδὲν ἀληθὲς προθεσπίζοντες; κγʹ. Διὰ τοῦτο εἰπὲ πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Καὶ ἀποστρέψω τὴν παραβολὴν ταύτην, καὶ οὐκ ἔτι οὐ μὴ εἴπωσι τὴν παραβολὴν ταύτην ὁ οἶκος τοῦ Ἰσραὴλ, ὅτι λαλήσεις πρὸς αὐτοὺς, λέγων· Ἠγγίκασιν αἱ ἡμέραι καὶ ὁ καιρὸς πάσης ὁράσεως. Ἐπειδὴ γὰρ τὴν μακροθυμίαν