Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.912
Not analysed yet
ψευδολογίαν καλοῦσι, πεπείσθωσαν ὡς παραυτίκα τῆς προφητείας τὸ τέλος, καὶ ἐν προθύροις λοιπὸν ἡ προῤῥηθεῖσα τιμωρία φανήσεται. κδʹ. Διότι οὐκ ἔτι ἔσται πᾶσα ὅρασις ψευδὴς, καὶ μαντευόμενος τὰ πρὸς χάριν ἐν μέσῳ τῶν υἱῶν Ἰσραήλ. Καταπαύσω γὰρ, φησὶ, τοὺς ψευδοπροφήτας ὑμῶν, τοὺς τἀναντία τοῖς ἐμοῖς προφήταις προλέγειν ἐπιχειροῦντας, καὶ ἀγαθῶν παρουσίαν ψευδῶς ὑμῖν προμηνύοντας. κεʹ. Ὅτι ἐγὼ λαλήσω τοὺς λόγους μου, καὶ ποιήσω, καὶ οὐ μὴ μηκυνῶ ἔτι, διότι ἐν ταῖς ἡμέραις ὑμῶν, οἶκος Ἰσραὴλ ὁ παραπικραίνων. Λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος. Μὴ προσέχετε, φησὶ, τοῖς ἐμοῖς προφήταις, ὡς τηνάλλως διαλεγομένοις· ἐγὼ γὰρ διὰ τούτων φθέγγομαι, καὶ θᾶττον ἢ λόγος ἐπάξω τῷ λόγῳ τὸ πέρας, ὑμᾶς ποιῶν αὐτόπτας τῆς ἀληθείας τῶν λόγων. Οὕτω πάλιν δι' ἑτέρων λόγων τὰ αὐτὰ σημήνας, καὶ τοῖς κατηγοροῦσι τῶν προφητῶν, ὡς τὰ παρόντα μὲν οὐ προλεγόντων, τὰ δὲ μακροῖς ὕστερον χρόνοις ἐσόμενα ψευδῶς προαγορευόντων, ἀπειλήσας τὴν ταχεῖαν τῶν προφητευομένων ἀλήθειαν· κηʹ. Οὐ γὰρ μὴ μηκύνωσι, φησὶν, ἔτι πάντες οἱ λόγοι μου, οὓς ἐὰν λαλήσω, ὅτι λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος, ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Κατὰ τῶν ψευδοπροφητῶν λοιπὸν τρέπει τὸν λόγον. βʹ. Υἱὲ γὰρ, φησὶν, ἀνθρώπου, προφήτευσον ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, τοὺς προφητεύοντας. Καὶ ἵνα μὴ ἡ ὁμωνυμία βλάβην τοῖς ἀνθρώποις ἀπεργάσηται (προφῆται γὰρ, καὶ οἱ ἀληθεῖς, καὶ οἱ ψευδεῖς ὠνομάζοντο), εἰκότως ἐπήγαγε· «Καὶ ἐρεῖς τοῖς προφήταις τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὑτῶν.» Τουτέστι, τοῖς ἐρήμοις παντελῶς τῆς τοῦ Πνεύματος ἐνεργείας, ψευδῆ δὲ ἀπὸ λογισμῶν οἰκείων φθεγγομένοις. Καὶ προφητεύσεις, φησὶ, καὶ ἐρεῖς πρὸς αὐτούς· Ἀκούσατε λόγον Κυρίου. (γʹ.) Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὑτῶν, τοῖς πορευομένοις ὀπίσω τοῦ πνεύματος αὑτῶν, καὶ τὸ καθόλου μὴ βλέπουσι. Θρῆνος, φησὶ, καταλήψεται τοὺς ὑπὸ θείου μὲν Πνεύματος οὐκ ἐνεργουμένους, οἰκείᾳ δὲ ὁρμῇ πειθομένους. Τὴν γὰρ προαίρεσιν τῆς ψυχῆς πνεῦμα αὑτῶν προσηγόρευσεν. δʹ, εʹ. Ὡς ἀλώπεκες ἐν ταῖς ἐρήμοις οἱ προφῆταί σου, Ἰσραήλ. Οὐκ ἔστησαν ἐν στερεώματι, καὶ οὐ συνήγαγον ποίμνιον ἐπὶ τὸν οἶκον τοῦ Ἰσραήλ. Οὐκ ἀνέστησαν ὡς ἐν πολέμῳ, οἱ λέγοντες ὡς ἐν ἡμέρᾳ Κυρίου. Ταῦτα δὲ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν· «Ὡς ἀλώπεκες ἐν