Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.913
Not analysed yet
ἐρειπίοις οἱ προφῆταί σου, Ἰσραήλ· οὐκ ἀνέβητε εἰς τὰς διακοπὰς, οὐδὲ περιεφράξατε φραγμὸν περὶ τοὺς υἱοὺς Ἰσραὴλ, ὑπὲρ τοῦ στῆναι, ὡς ἐν πολέμῳ ἐν ἡμέρᾳ Κυρίου.» Ἀλώπεξι γὰρ, φησὶν, ἐοίκασιν οἱ προφῆταί σου, ὦ Ἰσραὴλ, ἐν ἐρειπίοις οἰκούσαις. Καθάπερ γὰρ ἐκεῖναι τὰς τῶν ἐρειπίων οὐκ ἀποφράττουσιν ἐξόδους, ἀλλ' ἔξεστι τῷ βουλομένῳ ἀνιέναι διὰ τούτων, καὶ εἰσιέναι· οὕτως οὗτοι τὴν τοῦ λαοῦ ῥᾳθυμίαν ὁρῶντες, οὐκ ἀπετείχισαν αὐτοῦ τὰς ἐπὶ τὴν πονηρίαν ὁδοὺς, οὐδὲ λόγοις περιέφραξαν εὐσεβέσιν, ὥστε ἐν τῇ τῆς ὀργῆς ἡμέρᾳ δυνηθῆναι τῶν πολεμίων περιγενέσθαι· ἀλλὰ τῇ τοῦ λαοῦ ἀσθενείᾳ εἰς οἰκεῖον ἀπεχρήσαντο κέρδος. ϛʹ, ζʹ. Βλέποντες, φησὶ, ψευδῆ, μαντευόμενοι μάταια, οἱ λέγοντες· Λέγει Κύριος, καὶ Κύριος οὐκ ἀπέσταλκεν αὐτοὺς, καὶ ἤρξαντο τοῦ ἀναστῆσαι λόγον. Οὐχ ὅρασιν ψευδῆ ἑωράκατε, καὶ μαντείας ματαίους εἰρήκατε, καὶ ἐλέγετε· Φησὶ Κύριος, Κύριος, καὶ ἐγὼ οὐκ ἐλάλησα; Τῷ ὀνόματι, φησὶ, τῷ ἐμῷ κατεχρήσασθε ψευδεῖς μαντείας τῷ λαῷ προσφέροντες· ἐγὼ δὲ οὐδὲν ὑμῖν τούτων ἐνέπνευσα. ηʹ, θʹ. Διὰ τοῦτο εἰπέ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἀνθ' ὧν οἱ λόγοι ὑμῶν ψευδεῖς, καὶ αἱ μαντεῖαι ὑμῶν μάταιαι, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐφ' ὑμᾶς, λέγει Ἀδωναῒ Κύριος. Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς προφήτας τοὺς ὁρῶντας τὰ ψευδῆ, καὶ τοὺς ἀποφθεγγομένους μάταια. Ἐν παιδείᾳ τοῦ λαοῦ μου οὐκ ἔσονται, οὐδὲ ἐν γραφῇ οἴκου Ἰσραὴλ γραφήσονται, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται, καὶ γνώσονται ὅτι ἐγὼ Ἀδωναῒ Κύριος. Τὸν μὲν ἐμὸν, φησὶ, παιδεύσω λαόν· οὗτοι δὲ πανωλεθρίᾳ παραδοθήσονται, καὶ ἀνάγραπτον τὴν μνήμην οὐχ ἕξουσιν, οὐδὲ συναριθμηθήσονται τῷ λαῷ μου. Καὶ τὴν αἰτίαν δεικνὺς, ιʹ. Ἀνθ' ὧν, φησὶν, ἐπλάνησαν τὸν λαόν μου, λέγοντες· Εἰρήνη, εἰρήνη, καὶ οὐκ ἔστιν εἰρήνη. Ἐγὼ μὲν γὰρ τῷ λαῷ πόλεμον, καὶ σφαγὴν, καὶ αἰχμαλωσίαν προηγόρευον, τῇ ἀπειλῇ τῶν κακῶν σωφρονίσαι βουλόμενος· οὗτοι δὲ τἀναντία μοι δρῶντες, εἰρήνην αὐτοῖς ἐπηγγέλλοντο μάτην. Καὶ αὐτὸς, φησὶν, οἰκοδομεῖ τοῖχον, ὡς στερεὸν, καὶ αὐτοὶ ἐπαλείφουσιν αὐτόν. Εἰ πεσεῖται; (ιαʹ.) Εἰπὲ πρὸς τοὺς ἀλείφοντας αὐτὸν, Πεσεῖται. Ὁ μὲν γὰρ, φησὶ, λαὸς οἰκοδομεῖ τοῖχον σαθρὸν, διὰ τῆς πονηρίας καὶ ἀσεβείας· οὗτοι δὲ τὰς χρηστὰς προῤῥήσεις, καὶ τὰς ἀγαθὰς ὑποσχέσεις, οἷόν τινα ἀλοιφὴν καὶ χρίσμα τῷ τοίχῳ προσφέρουσι, δέον καταλύειν τὴν σφαλερὰν οἰκοδομίαν, καὶ παρασκευάζειν στερεὰν αὐτὴν γενέσθαι. Ἐπαλείφοντες δὲ τοῖχον, ἐνόμιζον αὐτὸν ἀσφαλῆ διὰ τῆς ἀλοιφῆς ἀπεργάζεσθαι. Εἰπὲ τοίνυν αὐτοῖς ὅτι πεσεῖται καὶ διαλυθήσεται.