Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.916
Not analysed yet
ιβʹ. Ἔσται γὰρ, φησὶν, ὑετὸς κατακλύζων, καὶ δώσω λίθους πετροβόλους εἰς τοὺς ἐνδέσμους αὑτῶν, καὶ πεσεῖται, καὶ πνεῦμα ἐξαῖρον ἥξει, καὶ ῥαγήσεται. Καὶ ἰδοὺ πέπτωκεν ὁ τοῖχος. Τροπικῶς ἅπαντα ὡς ἐπὶ τοίχου εἴρηκε, διὰ πάντων δὲ τὴν τῶν πολεμίων παρεδήλωσεν ἔφοδον. Ἐνδέσμους δὲ τοῦ τοίχου τὸν βασιλέα καὶ τοὺς ἄρχοντας προηγόρευσεν, οἳ καθάπερ ἱμαντίαι οἰκοδομίαν, οὕτω συνέσφιγγον τὸν λαόν. Καὶ ὑετὸν τοίνυν κατακλύζοντα, καὶ λίθους πετροβόλους, καὶ πνεῦμα ἐξαῖρον, τοὺς Χαλδαίους ὠνόμασε. Πεσόντος τοίνυν, φησὶ, τοῦ τοίχου, «Ἆρα οὐκ ἐροῦσι πρὸς ὑμᾶς· Ποῦ ἐστιν ἡ ἀλοιφὴ ὑμῶν, ἣν ἠλείψατε;» Ὅταν διὰ τῶν πραγμάτων μάθωσι ψευδεῖς τὰς ὑμετέρας προῤῥήσεις, καὶ πόλεμον, καὶ σφαγὴν, καὶ αἰχμαλωσίαν ἀντὶ τῆς ἐλπισθείσης εἰρήνης, οὐκ ἐροῦσι ὑμῖν· Ποῦ οἱ χρηστοὶ ὑμῶν, λόγοι, καὶ αἱ τῆς εἰρήνης ἐπαγγελίαι; Οὕτω πάλιν διὰ πλατυτέρων τὰ αὐτὰ εἰρηκὼς, καὶ ἀπειλήσας τῶν πολεμικῶν βελῶν τὸν κατακλυσμὸν, καὶ τὰς τῶν λίθων νιφάδας, καὶ τοῦ κακῶς οἰκοδομηθέντος τοίχου τὴν μέχρι θεμελίων κατάλυσιν, καὶ τῆς ψευδολογίας τῶν τὰ ἀγαθὰ προειρηκότων τὸν ἔλεγχον, σαφέστερον ποιεῖ τὸν λόγον. Εἶπα γὰρ, φησὶ, πρὸς ὑμᾶς· Οὐκ ἔστιν ὁ τοῖχος, οὐδὲ οἱ ἀλείφοντες αὐτόν. (ιϛʹ.) Οἱ προφῆται τοῦ Ἰσραὴλ, οἱ προφητεύοντες ἐπὶ Ἱερουσαλὴμ, καὶ ὁρῶντες αὐτῇ εἰρήνην, καὶ εἰρήνη οὐκ ἔστι, λέγει Ἀδωναῒ Κύριος. Φροῦδα, φησὶ, πάντα γενήσεται, καὶ ἡ ἀλοιφὴ, καὶ ὁ τοῖχος, καὶ οἱ τὴν ἀλοιφὴν προσενεγκόντες προφῆται. Πολιορκία γὰρ, φησὶ, καὶ αἰχμαλωσία, ἀντὶ τῆς ἐπαγγελθείσης εἰρήνης τὴν Ἱερουσαλὴμ καταλήψεται. Ταῦτα περὶ τῶν ψευδοπροφητῶν εἰρηκὼς, τρέπει τὸν λόγον ἐπὶ τὰς ψευδοπροφήτιδας. Ὄργανα γὰρ καὶ ταύτας ὁ τῆς ἀνθρωπείας φύσεως ἀλάστωρ εὑρὼν, καὶ διὰ τούτων τὴν ψευδολογίαν ἐνήργει· καὶ τοῖς μὲν προφήταις τοὺς ψευδοπροφήτας ἀντέταττε, ταῖς δὲ προφητικῆς χάριτος ἠξιωμέναις γυναιξὶ τὰς τοῦ ψεύδους τὴν ἐνέργειαν δεξαμένας. Προλέγει τοίνυν καὶ ταύταις τὰ συμβησόμενα. ιζʹ, ιηʹ. Καὶ σὺ, υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰς θυγατέρας τοῦ λαοῦ σου, τὰς προφητευούσας ἀπὸ καρδίας αὑτῶν, καὶ προφήτευσον ἐπ' αὐτὰς, καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐαὶ ταῖς συῤῥαπτούσαις προσκεφάλαια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ἐπιβόλαια ἐπὶ πᾶσαν κεφαλὴν πάσης ἡλικίας, τοῦ διαστρέψαι ψυχάς. Τὰς ψυχὰς τοῦ λαοῦ μου διέστρεφον, καὶ ψυχὰς περιεποιοῦντο. Τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν, οὕτως εἰπών· «Οὐαὶ ταῖς συῤῥαπτούσαις