Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.917
Not analysed yet
ὑπαγκώνια ὑπὸ πάντα ἀγκῶνα χειρὸς, καὶ ποιούσαις ὑπαυχένια πρὸς κεφαλῆς πάσης ἡλικίας εἰς τὸ θηρεύειν ψυχάς.» Τροπικῶς δὲ διὰ τούτων τοὺς ἁπαλωτέρους καὶ χρηστοτέρους ᾐνίξατο λόγους· τά τε γὰρ ὑπαυχένια καὶ τὰ ὑπαγκώνια ἀνάπαυλάν τινα καὶ θεραπείαν προσφέρει τοῖς μέλεσιν, οἷς ὑποτίθενται· καὶ οἱ χρηστότεροι λόγοι, καὶ ψευδεῖς ὄντες, πρὸς καιρὸν μὲν τὴν ἀκοὴν γαργαλίζουσι, διαστροφὰς δὲ παντοδαπὰς προσφέρουσι ταῖς ψυχαῖς. Οὕτω καὶ αἱ ψευδοπροφήτιδες τῷ μὲν λαῷ τὴν κατὰ ψυχὴν βλάβην, ἑαυταῖς δὲ χρηματικὸν περιεποιοῦντο κέρδος, τὰ δοκοῦντα χρηστὰ προφητεύουσαι. Τοῦτο γὰρ ᾐνίξατο εἰρηκώς· «Τὰς ψυχὰς τοῦ λαοῦ μου διέστρεφον, καὶ ψυχὰς περιεποιοῦντο.» Διαστρέφοντες γὰρ τὸν λαὸν, καὶ τοῦ Θεοῦ ἀφιστῶντες, αὐταῖς προσέχειν παρεσκεύαζον. Εἶτα κέρδους τὸ εὐτελές. ιθʹ. Καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου, ἕνεκεν δρακὸς κριθῶν, καὶ ἕνεκεν κλασμάτων ἄρτου. Τί γὰρ τούτων εὐτελέστερον; Τί δὲ χαλεπώτερον τῆς ἐντεῦθεν ἐπαγομένης λώβης; «Τοῦ ἀποκτεῖναι, φησὶ, ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ περιποιήσασθαι ψυχὰς, ἃς οὐκ ἔδει ζῆσαι, ἐν τῷ ἀποφθέγγεσθαι ὑμᾶς λαῷ εἰσακούοντι μάταια ἀποφθέγματα.» Σμικροῦ γὰρ ἕνεκεν κέρδους, τοὺς μὲν ἐπῃνεῖτε μάτην ἐπὶ τοῦ λαοῦ, τοὺς δὲ τιμωρίας εἶναι ἀξίους ἐλέγετε, τῇ τοῦ λαοῦ κουφότητι καὶ εὐκολίᾳ κακῶς ἀποκεχρημέναι. Πειθόμενοι γὰρ τοῖς ὑφ' ὑμῶν λεγομένοις, τοὺς μὲν ἀδίκως διέσωζον, τοὺς δὲ μάτην κατέσφαττον. Οὕτω τὴν ἀσέβειαν ἐλέγξας, ἀπειλεῖ τιμωρίαν. κʹ, καʹ. Διὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ τὰ προσκεφάλαια ὑμῶν, ἐφ' ἃ ὑμεῖς συστρέφετε ἐκεῖ ψυχὰς, καὶ διαῤῥήξω αὐτὰ ἐπὶ τῶν βραχιόνων ὑμῶν, καὶ ἐξαποστελῶ τὰς ψυχὰς, ἃς ὑμεῖς ἐξεστρέψατε, τὰς ψυχὰς αὐτῶν εἰς διασκορπισμόν. Καὶ ῥήξω τὰ ἐπιβόλαια ὑμῶν, καὶ ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ οὐκ ἔτι ἔσονται ἐν χερσὶν ὑμῶν εἰς συστροφὴν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Ἐλέγξω, φησὶ, τοὺς ὑμετέρους λόγους, καὶ δείξω ψευδεῖς, καὶ ἀντὶ τῶν χρηστῶν ἐκείνων ἐπαγγελιῶν, αἳ ἐοίκασιν ὑπαυχενίοις μαλακοῖς καὶ ὑπαγκωνίοις, ἐπάξω τὰ ἀλγεινὰ τῷ πεισθέντι ὑμῖν λαῷ, καὶ διασκορπιῶ αὐτοὺς, τῇ πείρᾳ διδάσκων τὸ ὑμέτερον ψεῦδος. Ἐλευθερώσω δὲ αὐτοὺς ὅμως ἀπὸ τῆς ὑμετέρας ψευδολογίας, πείθων αὐτοὺς, δι' ὧν ὑπομένουσι, μηκέτι τοῖς ὑμετέροις προσέχειν λόγοις, ἀλλ' ἐμὲ Κύριον ἐπιγράφεσθαι καὶ Δεσπότην. κβʹ, κγʹ. Ἀνθ' ὧν διεστρέφετε καρδίαν δικαίου ἀδίκως, καὶ ἐγὼ οὐ διέστρεφον αὐτὸν, καὶ τοῦ κατισχύσαι χεῖρας ἀνόμου τὸ καθόλου, τοῦ μὴ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ ζῆσαι αὐτόν. Διὰ τοῦτο ψευδῆ οὐ μὴ ἴδητε, καὶ μαντείας οὐ μὴ μαντεύσησθε ἔτι· καὶ