Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.920
Not analysed yet
ῥύσομαι τὸν λαόν μου ἐκ χειρὸς ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος. Ἐπειδὴ γὰρ, φησὶ, τοὺς μὲν δικαίους διεταράττετε καὶ ἐχειμάζετε (οὕτω γὰρ ὁ Ἀκύλας ἡρμήνευσε), λυπηρὰ αὐτοῖς προλέγοντες, θρασυτέρους δὲ τοὺς παρανόμους ἀπετελεῖτε, ἀγαθὰ προθεσπίζοντες, καὶ ἑκάτερα παρὰ τὸν ἐμὸν ἐποιεῖτε σκοπόν· τούτου χάριν, παντελεῖ ὑμᾶς παραδώσω ὀλέθρῳ, καὶ τὴν ψευδῆ μαντείαν ὑμῶν καταπαύσω, καὶ τῆς δι' ὑμῶν ἀπωλείας τὸν ἐμὸν ἐλευθερώσω λαόν. Οὕτω τὰ περὶ τούτων προθεσπίσας, ἐφ' ἕτερον μεταφέρει τὸν λόγον. ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. αʹ—γʹ. Καὶ ἦλθον, φησὶ, πρός με ἄνδρες ἐκ τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, καὶ ἐκάθισαν πρὸ προσώπου μου. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, οἱ ἄνδρες οὗτοι ἔθεντο τὰ διανοήματα αὑτῶν ἐπὶ τὰς καρδίας αὑτῶν, καὶ τὴν κόλασιν τῶν ἀδικιῶν αὑτῶν ἔθηκαν πρὸ προσώπου αὑτῶν· εἰ ἀποκρινόμενος ἀποκριθῶ αὐτοῖς; Σαφέστερον τοῦτο ὁ Ἀκύλας ἡρμήνευσεν· «Οἱ ἄνδρες οὗτοι ἀνήνεγκαν τὰ εἴδωλα αὑτῶν ἐπὶ καρδίας αὑτῶν, καὶ σκάνδαλον ἀνομίας αὑτῶν ἔδωκαν ἀπέναντι τοῦ προσώπου αὑτῶν.» Ἃ γὰρ κακῶς, φησὶ, διανοηθέντες ἐπιτελοῦσι, καὶ ἠπειλημένης τοῖς ἀδίκοις κολάσεως ἀναίδην καταφρονήσαντες, παρεγένοντο πρὸς σὲ, πυθέσθαι τι βουλόμενοι, καὶ ἀποκρίσεως ἀξιωθῆναι προσδοκῶντες. δʹ, εʹ. Διὰ τοῦτο λάλησον αὐτοῖς, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ὃς ἐὰν θῇ τὰ διανοήματα αὑτοῦ ἐπὶ καρδίας αὑτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὑτοῦ τάξῃ πρὸ προσώπου ἑαυτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν τούτοις, ἐν οἷς ἐνέχεται ἡ διάνοια αὐτοῦ, ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ' ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν. Ἐπειδὴ τοῖς προφήταις καὶ τοῖς ψευδοπροφήταις ὁμοίως ἐκέχρηντο οἱ τῇ ἀσεβείᾳ δουλεύοντες, καὶ ἐπυνθάνοντο, οὐχ ἵνα πάντως τὰ ὑπὸ τοῦ Θεοῦ κελευόμενα περάνωσιν, ἀλλὰ βουλόμενοι μανθάνειν εἰ συμβαίνουσι τοῖς λογισμοῖς αἱ προῤῥήσεις· τούτου χάριν, ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου φησὶν, ὅτι Πᾶς ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, ταῖς μὲν θείαις ἀντιλέγων διδασκαλίαις, μόνοις δὲ τοῖς οἰκείοις πειθόμενος λογισμοῖς, καὶ τῆς ἠπειλημένης τοῖς παρανόμοις καταφρονῶν τιμωρίας, κἂν πρὸς ψευδοπροφήτην ἀπέλθῃ, τὰ μὲν οἰκεῖα βουλήματα πληρῶσαι θέλων, ἀπόπειραν δὲ ποιούμενος, εἰ συμβαίνουσι τοῖς οἰκείοις λογισμοῖς αἱ προῤῥήσεις, ἐγὼ, φησὶν, ἀποκριθήσομαι αὐτῷ. Ἐπειδὴ οὐκ εὐθείᾳ κέχρηται διανοίᾳ, συγχωρήσω