Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.921
Not analysed yet
τῷ ψευδοπροφήτῃ τοὺς λογισμοὺς αὐτοῦ βεβαιῶσαι· ὀλέθρου γάρ ἐστι καὶ ἀπωλείας ἄξιος. Διὰ τοῦτο, φησὶν, «Ὅπως πλαγιάσῃ τὸν οἶκον τοῦ Ἰσραὴλ κατὰ τὰς καρδίας αὐτῶν τὰς ἀπηλλοτριωμένας ἀπ' ἐμοῦ ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν.» Ἐπειδὴ γὰρ πόῤῥω τῆς ἐμῆς κηδεμονίας σφᾶς αὐτοὺς καθιστᾶσι, καὶ τῇ τῶν ψευδοπροφητῶν χαίρουσιν ἐξαπάτῃ, συγχωρήσω αὐτοῖς τῶν οἰκείων πόνων δρέψασθαι τοὺς καρπούς. Τοῦτο καὶ ἐπὶ τοῦ Ἀχαὰβ γεγενημένον ἔστιν εὑρεῖν. Σεδεκίας γὰρ ὁ ψευδοπροφήτης, κέρατα σιδηρᾶ ἑαυτῷ ποιήσας, ἔλεγε τῷ Ἀχαάβ· «Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν.» Τοῦ δὲ Ἰωσαφὰτ οὐ δεχομένου τὰ παρὰ τῶν ψευδοπροφητῶν λεγόμενα, ἀλλὰ θεῖον ἐπιζητοῦντος προφήτην, μετεπέμφθη μὲν ὁ Μιχαίας· ἐναντία δὲ τῷ Σεδεκίᾳ προφητεύσας, οὐκ ἔπεισε τὸν Ἀχαάβ. Οὔτε γὰρ ἐκεῖνα ποιῆσαι βουλόμενος, ἃ ὁ Θεὸς προηγόρευσε, τὸν προφήτην ἠρώτα, ἀλλ' ἐκ παντὸς τρόπου τὸν ἴδιον ἤθελε κυρῶσαι σκοπόν. Διὸ τοῦ Θεοῦ συγχωρήσαντος, προὔλεγον μὲν οἱ ψευδοπροφῆται τὰ ψευδῆ· πειθόμενος δὲ ἐκεῖνος ἐξῄει, καὶ τὰς δίκας ἐδίδου τῆς ἀσεβείας. ϛʹ. Διὰ τοῦτο εἰπὲ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ· Τάδε λέγει Ἀδωναῒ Κύριος· Ἐπιστράφητε, καὶ ἀποστρέψατε ἀπὸ τῶν ἐπιτηδευμάτων ὑμῶν καὶ ἀπὸ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ ἐπιστρέψατε τὰ πρόσωπα ὑμῶν. Παραίνεσιν προσφέρει πρόξενον σωτηρίας, καὶ τὸ ἀπὸ ταύτης ἐσόμενον ἀποδείκνυσι κέρδος. ζʹ. Διότι ἄνθρωπος, ἄνθρωπος ἐκ τοῦ οἴκου Ἰσραὴλ, καὶ ἐκ τῶν προσηλύτων τῶν προσηλυτευόντων ἐν τῷ οἴκῳ Ἰσραὴλ, ὃς ἀπαλλοτριωθῇ ἀπ' ἐμοῦ, καὶ θῇ τὰ ἐνθυμήματα αὑτοῦ ἐπὶ τὴν διάνοιαν αὑτοῦ, καὶ τὴν κόλασιν τῆς ἀδικίας αὑτοῦ τάξῃ πρὸ προσώπου ἑαυτοῦ, καὶ ἔλθῃ πρὸς τὸν προφήτην τοῦ ἐπερωτῆσαι αὐτὸν ἐν ἐμοὶ, ἐγὼ Κύριος ἀποκριθήσομαι αὐτῷ ἐν οἷς ἐνέχεται ἐν αὐτοῖς. Ταῦτα πάλιν σαφέστερα εἶπεν, ὅτι Πᾶς ὁ ἀλλότριον ἑαυτὸν καθιστὰς τῆς ἐμῆς κηδεμονίας, καὶ ἡγεμόνι τῷ κακῷ χρώμενος λογισμῷ, καὶ εἰδὼς μὲν τὴν ἠπειλημένην τοῖς κακοῖς κόλασιν, καταφρονῶν δὲ ταύτης ἀφίκηται πρός τινα τῶν ψευδοπροφητῶν, ὡς δῆθεν παρ' ἐμοῦ μαθεῖν τὸ πρακτέον βουλόμενος, ἐγὼ, φησὶ, ποιήσομαι τὴν ἀπόκρισιν, καὶ συγχωρήσω τῷ καλουμένῳ προφήτῃ ἀκόλουθα τοῖς λογισμοῖς ἀποκρίνασθαι. Εἶτα τὴν ἀξίαν ἀπειλεῖ τιμωρίαν· ηʹ. Καὶ στηριῶ τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον, καὶ θήσομαι αὐτὸν εἰς ἔρημον, καὶ εἰς ἀφανισμὸν, καὶ ἐξαρῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ Κύριος. Καὶ δεικνὺς ὡς οὐ περὶ τῶν θείων ταῦτα λέγει προφητῶν, ἀλλὰ περὶ τῶν τὸ μὲν ὄνομα ἐχόντων, τοῦ δὲ πράγματος ὄντων ἐρήμων, ἐπήγαγε·