Ancient Greek · ~10 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.924
Not analysed yet
θʹ, ιʹ. Καὶ ὁ προφήτης ἐὰν πλανηθῇ, καὶ λαλήσῃ λόγον, ἐγὼ Κύριος πεπλάνηκα αὐτὸν τὸν προφήτην ἐκεῖνον, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ' αὐτὸν, καὶ ἀφανιῶ αὐτὸν ἐκ μέσου τοῦ λαοῦ μου Ἰσραήλ. Καὶ λήψονται τὴν ἀδικίαν αὐτῶν. Ἀλλ' οὐκ ἔστιν ἴδιον τοῦ δικαίου κριτοῦ, καὶ πλανᾷν τὸν προφήτην, καὶ πλανηθέντα κολάζειν. Οὐ τοίνυν κατ' ἐνέργειαν λέγει τὸν προφήτην πλανᾷν, ἀλλὰ κατὰ συγχώρησιν· τουτέστι, Δυνάμενος αὐτοῦ παραυτίκα ἐλέγχειν τὸ ψεῦδος, ἀνέχομαι, καὶ μακροθυμῶ, καὶ συγχωρῶ κεχρῆσθαι τῇ ἐξαπάτῃ· γνώμῃ γὰρ, καὶ οὐκ ἀνάγκῃ ταύτην ἐπιτηδεύει. Διὸ καὶ τὴν ἴσην τιμωρίαν ἀπειλεῖ, καὶ τῷ κακῶς ἐρωτῶντι, καὶ τῷ κακῶς ἀποκρινομένῳ. Κατὰ τὸ ἀδίκημα γὰρ, φησὶ, τοῦ ἐπερωτῶντος, ὡσαύτως καὶ τὸ ἀδίκημα τοῦ προφήτου ἔσται, (ιαʹ.) ὅπως μὴ πλανῶνται ἔτι οἶκος τοῦ Ἰσραὴλ ἀπ' ἐμοῦ, καὶ ἵνα μὴ μιαίνωνται ἔτι ἐν πᾶσι τοῖς παραπτώμασιν αὑτῶν· καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεὸν, λέγε, Ἀδωναῒ Κύριος. Οὐ μάτην, φησὶ, ταύτην ἐκείνοις ἐπάξω τὴν τιμωρίαν, ἀλλὰ διὰ τοῦ ἐκείνων ὀλέθρου τὸν λαόν μου εὐεργετῶν, καὶ τῆς ἐκείνων ἀσεβείας ἐλευθερῶν. Βούλομαι γὰρ αὐτὸν ἔχειν λαὸν, καὶ εἶναι αὐτῶν θέλω Θεὸς, πᾶσαν αὑτῶν κηδεμονίαν ποιούμενος. ιβʹ—ιδʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, γῆ ἐὰν ἁμάρτῃ μοι, τοῦ παραπεσεῖν παραπτώματι, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ' αὐτὴν, καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου, καὶ ἐξαποστελῶ ἐπ' αὐτὴν λιμὸν, καὶ ἐξαρῶ ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος· καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ, αὐτοὶ ἐν τῇ δικαιοσύνῃ αὑτῶν σωθήσονται, λέγει Ἀδωναῒ Κύριος. Ἐὰν, φησὶν, ἁμαρτῆσαν ἔθνος κολάσαι βουληθῶ, καὶ λιμῷ παραδοῦναι, μετανοίᾳ δὲ χρήσασθαι μὴ βουληθῶσιν οἱ κολαζόμενοι, οὐδεμιᾶς τεύξονται συγγνώμης, οὐδὲ εἰ Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ εὑρεθεῖεν ἐν αὐτοῖς. Ἀλλ' οὗτοι μὲν τῆς οἰκείας δικαιοσύνης τρυγήσουσι τοὺς καρποὺς, καὶ τῆς σωτηρίας ἀπολαύσονται, ἐκείνους δὲ τῆς ἐπαγομένης οὐκ ἀπαλλάξουσι τιμωρίας. Τούτων δὲ τῶν ἀνδρῶν ἐμνημόνευσεν, ὡς τοῖς εἰρημένοις τῶν κατὰ τοὺς χρόνους αὐτῶν γεγονότων λίαν συμβαινόντων. Ὅ τε γὰρ Νῶε ἐν ἀσεβῶν εὑρεθεὶς γενεᾷ, οὐκ ἴσχυσε τῆς τοῦ κατακλυσμοῦ πανωλεθρίας ἀπαλλάξαι τοὺς μετανοίᾳ χρήσασθαι μὴ θελήσαντας. Καὶ ὁ Δανιὴλ ὡσαύτως, κατὰ τὸν τῆς αἰχμαλωσίας γενόμενος καιρὸν, τοὺς μὲν ἄλλους διὰ τὴν πολλὴν ἀσέβειαν οὐκ ἠλευθέρωσε τῶν ἐπενεχθέντων κακῶν· αὐτὸς δὲ, καὶ δορυάλωτος γενόμενος, τῶν πολεμίων ἐκράτησε, καὶ τοὺς ἀνδραποδίσαντας ἔλαβεν ὑπηκόους. Οὐδὲ οἱ τοῦ Ἰὼβ δὲ παῖδες τῆς τοῦ πατρὸς δικαιοσύνης ἀπώναντο, μόνος δὲ κρείτ-