Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.925
Not analysed yet
των τῆς τοῦ πολεμήσαντος ἐπιβουλῆς ἀπεφάνθη. Διὰ πλειόνων δὲ πάλιν ἑτέρων ταῦτά φησι· Κἂν γὰρ θάνατον ἐπαγάγω τῇ γῇ ἐκείνῃ, κἂν θηρίων ἐπανάστασιν, κἂν πολεμίων ἔφοδον, εὑρεθήσονται δὲ οἱ τρεῖς ἄνδρες μέσοι αὐτῶν, οὐδὲ τοὺς ἑαυτῶν υἱοὺς ἢ θυγατέρας διασῶσαι δυνήσονται, ἀλλὰ μόνοι, τεύξονται τῆς σωτηρίας. Δῆλον δὲ ὅτι οἱ μετανοίας ὑπάρχοντες ἔρημοι, οὐδεμίαν ὠφέλειαν ἐκ τῶν δικαίων καρποῦνται· ὅτι γὰρ ἀκολουθεῖ τῇ μετανοίᾳ ἡ σωτηρία, μάρτυς ἡ θεία Γραφὴ, πανταχοῦ τοῦτο διδάσκουσα. Νινευῗται γὰρ, οὔτε τὸν Νῶε, οὔτε τὸν Ἰὼβ, οὔτε τὸν Δανιὴλ ἔχοντες, ἀλλὰ τὸν Ἰωνᾶν, οὐχ ὑπερευχόμενον, ἀλλ' ἀληθεῦσαι βουλόμενον, διὰ μετανοίας εὕραντο τὴν σωτηρίαν. Διδάσκει τοίνυν ὁ προφητικὸς λόγος, ὡς οὐδεμίαν ἕξουσι συγγνώμην οἱ παρανομίᾳ συζῶντες, μεταμελείᾳ χρῆσθαι μὴ βουλόμενοι, καὶ δικαίοις συνοικεῖν σεμνυνόμενοι. Πρὸς δὲ τούτοις, βούλεται δεῖξαι ὁ τῶν ὅλων Θεὸς ὅτι ὅπερ ἐπ' ἄλλου ἔθνους οὐ πεποίηκε, τοῦτο ἐπὶ τοῦ Ἰσραὴλ πεποίηκε. καʹ, κβʹ. Τάδε λέγει γὰρ, φησὶν, Ἀδωναῒ Κύριος· Ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηρὰς (πονηρὰς δὲ τὰς χαλεπὰς λέγει), ῥομφαίαν, καὶ λιμὸν, καὶ θηρία πονηρὰ, καὶ θάνατον ἐξαποστελῶ ἐπὶ Ἱερουσαλὴμ, τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος. Καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασωζόμενοι ἐξ αὐτῆς, οἵτινες ἐξάξουσιν ἐξ αὐτῆς υἱοὺς καὶ θυγατέρας, ἰδοὺ αὐτοὶ ἐκπορεύσονται πρὸς ὑμᾶς, καὶ ὄψεσθε τὰς ὁδοὺς αὐτῶν. Θάνατον μὲν καλεῖ τὴν αἰφνίδιον τελευτὴν, ῥομφαίαν δὲ τὴν σφαγὴν, λιμὸν δὲ δῆλον ὅτι τὴν ἔνδειαν, θηρία πονηρὰ τοὺς ὠμῶς ἐξανδραποδίζοντας, πονηρὰς ἐκδικήσεις τὰς χαλεπὰς καὶ πικράς. Ταύτας, φησὶ, τὰς τιμωρίας ἐπαγαγὼν τῷ Ἰσραὴλ, καταλιμπάνω ἀνασωζομένους ἐξ αὐτῶν υἱοὺς καὶ θυγατέρας, ἵνα μάθωσιν ἅπαντες τὴν πολλὴν αὐτῶν ἀσέβειαν, καὶ τὰ πονηρὰ ἐπιτηδεύματα, καὶ γνῶσι τῆς τιμωρίας τὸ δίκαιον. Καὶ ὑμεῖς δὲ, οἱ ἐκείνων ὁμόφυλοι, οὐ κατηγορήσετε τῆς τιμωρίας ὠμότητα, τὴν τούτων θεασάμενοι πονηρίαν. Καὶ τοῦτο δηλῶν ἐπήγαγεν· Καὶ μεταμεληθήσεσθε ἐπὶ τὰ κακὰ, ἃ ἐπήγαγον ἐπὶ Ἱερουσαλὴμ, ἐπὶ πᾶσι τοῖς κακοῖς, οἷς ἐπήγαγον ἐπ' αὐτήν. (κγʹ.) Καὶ παρακαλέσουσιν ὑμᾶς, διότι ὄψεσθε τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ ἐνθυμήματα αὐτῶν, καὶ ἐπιγνώσεσθε ὅτι οὐ μάτην πεποίηκα πάντα, ὅσα ἐποίησα ἐν αὐτῇ, λέγει Ἀδωναῒ Κύριος. Τούτου γὰρ χάριν, φησὶν, οὐ πάντας παραδώσω πανωλεθρίᾳ, ἀλλὰ καταλείψω ἐξ αὐτῶν σωζομένους, ἵνα μάθωσι δι' ἐκείνων ἅπαντες τῆς ἐπενεχθείσης αὐτοῖς τιμωρίας τὸ δίκαιον. ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. αʹ—δʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, τί ἂν γένοιτο τὸ ξύλον τῆς ἀμπέλου ἐκ πάντων τῶν ξύλων τῶν