Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.928
Not analysed yet
κλημάτων, τῶν ὄντων ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ; Εἰ λήψονται ἐξ αὐτῆς ξύλον, τοῦ ποιῆσαι εἰς ἐργασίαν; εἰ λήψονται ἐξ αὐτῆς πάσσαλον, τοῦ κρεμάσαι ἐπ' αὐτὸν πᾶν σκεῦος; Πάρεξ ὃ πυρὶ δέδοται εἰς ἀνάλωσιν, τὴν κατ' ἐνιαυτὸν αὐτῆς κάθαρσιν ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος. Ἐπειδὴ ἄμπελον ἀεὶ διὰ τῶν προφητῶν τὸν Ἰσραὴλ ὠνόμασε· διὰ μὲν γὰρ τοῦ Δαβὶδ, φησὶν, «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας·» ὁ δὲ Ἡσαΐας· «Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ·» ὁ δὲ Ἱερεμίας· «Πῶς ἐστράφης μοι εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀληθινή;» τροπικῶς ἀπὸ τῶν κλημάτων τῆς ἀμπέλου δείκνυσι τοῦ Ἰσραὴλ τὸ ἄχρηστον Καθάπερ γὰρ, φησὶν, ὑπὲρ ἅπαντα τὰ ξύλα εἰς ἐργασίαν ἀνεπιτήδειον τῆς ἀμπέλου τὸ ξύλον· οὔτε γὰρ πάσσαλόν τις τὸν εὐτελέστατον ἐξ ἐκείνης κατασκευάσαι δύναται, ἀλλὰ μόνον τοῦ πυρὸς ὑπάρχει τροφὴ, καὶ ἡ κατ' ἐνιαυτὸν δὲ αὐτῆς κάθαρσις τῷ πυρὶ παραδίδοται· οὕτως οὗτος ὁ λαὸς εἰς ἕτερον οὐδὲν ἐπιτήδειος, ἢ εἰς ὄλεθρον καὶ τιμωρίαν. Τὴν κατ' ἐνιαυτὸν αὐτῆς κάθαρσιν, φησὶν, ἀναλίσκει τὸ πῦρ, καὶ ἐκλείπει εἰς τέλος. Εἰ ποιηθήσεται εἰς ἐργασίαν; (εʹ.) Οὐδὲ ἔτι αὐτοῦ ὄντος ὁλοκλήρου οὐκ ἔσται εἰς ἐργασίαν. Μὴ ὅτι ἐὰν καὶ πῦρ αὐτὸ ἀναλώσῃ εἰς τέλος, εἰ ἔτι ἔσται εἰς ἐργασίαν; Εἰ γὰρ, πρὶν ἢ τῷ πυρὶ παραδοθῆναι, εἰς οὐδεμίαν ἐστὶν ἐπιτήδειον ἐργασίαν, σχολῇ γε ἂν χρήσιμον ἔσται μετὰ τὸ πυρὸς γενέσθαι δαπάνην· οὕτω τὴν παραβολὴν εἰρηκὼς, ἐπάγει τὴν ἑρμηνείαν. ϛʹ, ζʹ. Διὰ τοῦτο εἰπὲ, Τάδε λέγει Ἀδωναῒ Κύριος· Ὃν τρόπον τὸ ξύλον τῆς ἀμπέλου ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, ὃ δέδωκα αὐτὸ τῷ πυρὶ εἰς ἀνάλωσιν, οὕτω δέδωκα τοὺς κατοικοῦντας Ἱερουσαλήμ. Καὶ δώσω τὸ πρόσωπόν μου ἐπ' αὐτούς. Τοῦτο δὲ ἐκ μεταφορᾶς εἴρηκε τῶν, ὀργίλον ὑποδεικνύντων καὶ βλοσυρὸν τὸ πρόσωπον. «Ἐκ τοῦ πυρὸς ἐξελεύσονται, φησὶ, καὶ πῦρ καταφάγεται αὐτούς.» Ἀπαλλαγέντες γὰρ τοῦ λιμοῦ, παραδοθήσονται τῇ σφαγῇ καὶ τῇ αἰχμαλωσίᾳ. Καὶ γνώσονται ὅτι ἐγὼ Κύριος, ἐν τῷ στηρίσαι τὸ πρόσωπόν μου ἐπ' αὐτούς. (ηʹ.) Καὶ δώσω τὴν γῆν εἰς ἀφανισμὸν, ἀνθ' ὧν παρέπεσον παραπτώματι, λέγει Ἀδωναῒ Κύριος. Αὐτοὺς μὲν γὰρ αἰχμαλωσίᾳ καὶ σφαγῇ παραδώσω, τὴν δὲ ὑπ' αὐτῶν γεωργουμένην γῆν ἔρημον καταστήσω τῶν γεωργούντων οὐκ ὄντων. Ταῦτα δὲ πείσονται, δίκας ὧν ἐπλημμέλησαν τίνοντες. Ἐπειδὴ τοίνυν ὅσα προεγράφη, εἰς ἡμετέραν ὠφέλειαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, μὴ γενώμεθα ξύλα, καὶ χόρτος,