Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.929
Not analysed yet
καὶ καλάμη, ἅπερ ἐστὶ τροφὴ τοῦ πυρὸς, ἀλλὰ χρυσὸς καὶ λίθοι τίμιοι, ὕλη τοῦ βασιλικοῦ διαδήματος, ἵνα Χριστῷ συμβασιλεύσωμεν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Εʹ. ΚΕΦΑΛΑΙΟΝ Ιϛʹ. αʹ, βʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, διαμάρτυραι τῇ Ἱερουσαλὴμ τὰς ἁμαρτίας αὐτῆς. Ἀγαθὸς τῶν ἁμαρτημάτων ὁ ἔλεγχος, καὶ ἐπ' ὠφελείᾳ γινόμενος. Τοῖς γὰρ ἀναλγησίᾳ νοσοῦσιν ἐντίθησιν αἴσθησιν, καὶ εἰς μνήμην φέρει τῶν οἰκείων πλημμελημάτων. Ἀνιαρὸν μὲν γὰρ, καὶ λίαν χαλεπὸν, τὸ νοσεῖν χαλεπώτερον δὲ πολλῷ τὸ καὶ αὐτὴν ἀγνοεῖν τὴν νόσον· οὗ χάριν, πολλάκις καὶ ἰατρῶν παῖδες τοὺς οὕτω διακειμένους, οἳ αἴσθησιν τῶν παθημάτων οὐκ ἐθέλουσι δέξασθαι, τὸ βαρὺ τῆς νόσου διδάσκουσιν, ἵνα αἰσθόμενοι παύσωνται μὲν ἀταξίᾳ τρέφοντες τῆς νόσου τὰς ὕλας, τοῖς δὲ τῆς ἰατρικῆς τέχνης ἀκολουθήσωσι νόμοις. Τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς ἐπὶ τῶν παρανομούντων καὶ ἀναισθήτως διακειμένων διατελεῖ ποιῶν· τῷ μὲν γὰρ ἁμαρτωλῷ διὰ τοῦ Δαβὶδ λέγει· «Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου·» τῇ δὲ Ἱερουσαλὴμ διὰ Ἱερεμίου· «Γνῶθι, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας·» καὶ πάλιν· «Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ, καὶ γνῶθι τί ἐποίησας·» καὶ μυρία δὲ ἄλλα τοιαῦτα ἔστιν εὑρεῖν. Τοῦτο τοίνυν κἀνταῦθα τῷ προφήτῃ Ἰεζεκιὴλ ποιῆσαι παρακελεύεται· «Διαμάρτυραι γὰρ, φησὶ, τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας αὐτῆς.» Δεῖξον, φησὶ, τὰ τραύματα, ὑπόδειξον αὐτῆς τᾲ ἕλκη, ἵνα μὴ ἀποτομίαν νομίσῃ τὴν τιμωρίαν, ἀλλὰ μαθοῦσα ἰατρικὴν τὴν τομὴν, χάριν ὁμολογήσῃ τῷ ἰατρῷ. Εἶτα κατὰ μέρος αὐτὸς διηγεῖται τὰ πλημμελήματα. γʹ. Καὶ ἐρεῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος τῇ Ἱερουσαλήμ. Πανταχοῦ ὁ διπλασιασμὸς τὸ ἀληθὲς διδάσκει τῆς δεσποτείας. «Ἡ ῥίζα σου καὶ ἡ γένεσίς σου ἐκ γῆς Χαναάν· ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ ἡ μήτηρ σου Χετταία.» Μέγα ἐφρόνουν Ἰουδαῖοι ἐπὶ τῇ συγγενείᾳ τοῦ Ἀβραάμ· διὸ καὶ τῷ Κυρίῳ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔλεγον· «Σπέρμα Ἀβραάμ