Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.932
Not analysed yet
ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε.» Ταύτην τὴν ἀλαζονείαν καὶ ὁ μακάριος Ἰωάννης ὁ Βαπτιστὴς καταλύει, λέγων· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα ἔχομεν τὸν Ἀβραάμ· ἀμὴν γὰρ λέγω ὑμῖν· Δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.» Ὥσπερ τοίνυν ὁ θεσπέσιος οὗτος ἀνὴρ, θηριώδεις ὄντας αὐτοὺς καὶ πονηρίᾳ συζῶντας, τοῖς ἰοβόλοις θηρίοις ἀπείκασεν, οὕτω κἀνταῦθα ὁ Δεσπότης Θεὸς διὰ τοῦ προφήτου Χαναναίαν αὐτῶν τὴν ῥίζαν καλεῖ, τὸν δὲ πατέρα Ἀμοῤῥαῖον, καὶ τὴν μητέρα Χετταίαν, καὶ ἁπαξαπλῶς τὴν γένεσιν ἀλλόφυλον· ὧν γὰρ ἐζήλωσαν τὴν ἀσέβειαν, τούτων εἰκότως ἐδέξαντο τὴν συγγένειαν, ἀπὸ τοῦ τρόπου τῷ γένει τούτῳ συγκληρωθέντες. Ἱκανὸν δὲ ἦν λίαν αὐτοὺς πλῆξαι, οὐ μόνον διὰ τὴν τηνικαῦτα παρανομίαν τούτων αὐτῶν τῶν ἐθνῶν, ἀλλὰ καὶ διὰ τὴν ἄνωθεν δυσγένειαν. Ἀραῖς γὰρ ὁ Χαναὰν ὑπεβλήθη, καὶ δουλείαν ὑπὸ τοῦ προπάτορος Νῶε κατεδικάσθη. Τούτου, φησὶν, ὑπάρχεις ἀπόγονος, καὶ οὐδεμίαν ἔχεις πρὸς τὸν Ἀβραὰμ καὶ τὸν Σὴμ συγγένειαν· ὧν γὰρ ἠρνήθης τὴν εὐσέβειαν, τούτων ἀπώλεσας καὶ αὐτὴν τὴν συγγένειαν, καὶ τῆς εὐγενείας ἐκείνης παντελῶς ἐγυμνώθης. Οὕτω πλήξας αὐτοὺς τῇ τοῦ Χαναὰν δυσγενείᾳ, κατὰ μέρος καὶ τὴν αὐτῶν παρανομίαν, καὶ τὴν οἰκείαν διηγεῖται εὐεργεσίαν. δʹ. Οὐκ ἐτμήθη, φησὶν, ὁ ὀμφαλός σου. Τουτέστιν, Ἔτι τὴν Αἰγυπτιακὴν ἕλκεις τροφήν. «Γέννησιν δὲ αὐτῆς» καλεῖ τὴν ἐξ Αἰγύπτου ἔξοδον. Φασὶ δὲ ἰατρῶν παῖδες τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ οἷόν τινα ῥίζαν ἔχειν τὸν ὀμφαλὸν, καὶ δι' ἐκείνου τρέφεσθαί τε καὶ αὐξάνεσθαι· ἐπειδὴ τοίνυν αἱ μαῖαι κόπτειν εἰώθασι τοῦ βρέφους τὸ προκύπτον τοῦ ὀμφαλοῦ, τροπικῶς ἐκ μεταφορᾶς φησιν· «Ὁ ὀμφαλός σου οὐ περιετμήθη·» ἀντὶ τοῦ, Ἔτι καὶ σήμερον ἕλκεις ἀπὸ τῆς μητρῴας μήτρας, τουτέστι τῆς Αἰγύπτου, τὴν τῆς ἀσεβείας τροφήν. «Καὶ ἐν ὕδατι οὐκ ἐλούσθης εἰς σωτηρίαν.» Καὶ τοῦτο ἴσως, ἐκ μεταφορᾶς τῶν βρεφῶν, τῶν μετὰ τὸν τόκον λουομένων, καὶ ἀποῤῥυπτομένων, καὶ τοῦ μητρῴου αἵματος ἀπαλλαττομένων. Σὺ οὖν, φησὶ, τούτων οὐκ ἀπηλλάγης, ἀλλ' ἔτι καὶ σήμερον φέρεις τῆς μητρῴας νηδύος τὰ σημεῖα. «Οὐδὲ ἁλὶ ἡλίσθης, καὶ σπαργάνοις οὐκ ἐσπαργανώθης.» Οὐκ ἐδέξω, φησὶ, τῆς διδασκαλίας τοὺς ἅλας, οὐ τὰ προσενεχθέντα σοι διὰ τοῦ νόμου σπάργανα, ἃ τοῖς βρέφεσι