Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Ezechielem 81.933
Not analysed yet
προσφέρεται, ἵνα, εἴ τι ἂν τῶν μελῶν ἐν ταῖς ὠδῖσι τοῦ εὐθέος παρατραπῇ, διευθύνηται, καὶ τὸ προσῆκον ἀπολαμβάνῃ σχῆμα. εʹ. Οὐδὲ ἐφείσατο ἐπὶ σοὶ ὁ ὀφθαλμός μου τοῦ ποιῆσαί σοι ἓν ἐκ πάντων τούτων, τοῦ παθεῖν τι ἐπὶ σοί· καὶ ἀπεῤῥίφης ἀπὸ προσώπου τοῦ πεδίου τῇ σκολιότητι τῆς ψυχῆς σου, ἐν ᾗ ἡμέρᾳ ἐτέχθης. Εὐθὺς γὰρ, φησὶ, καὶ παραχρῆμα τεχθεῖσα, καὶ τῆς Αἰγύπτου ἀπαλλαγεῖσα, καὶ τὴν ἰσότητα τοῦ νόμου παιδευθεῖσα παρ' ἐμοῦ, παρετράπης, τὰ σκολιὰ καὶ διεστραμμένα ἀεὶ ἀγαπήσασα. Πεδίον γὰρ ἐνταῦθα τὴν ἰσότητα προηγόρευσεν. Ἐγὼ δὲ, φησὶν, ἐν μὲν τῇ Αἰγύπτῳ, οὐδένα σοι προσήνεγκα νόμον, οὐδὲ τῶν ἐντολῶν τοὺς ἅλας, οὐδὲ τὴν τοῦ ὀμφαλοῦ περιτομὴν, οὐδὲ τὴν διὰ τῶν σπαργάνων διάρθρωσιν τῶν μελῶν· μετὰ δὲ τὴν ἐκεῖθεν ἀπαλλαγὴν, παντοδαπῆς σε ἐπιμελείας ἠξίωσα. Διὸ ἐπάγει· ϛʹ, ζʹ. Καὶ διῆλθον ἐπὶ σὲ, καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματι· καὶ εἶπόν σοι, Ἐν τῷ αἵματι ζώσῃ, καὶ εἶπόν σοι· Σὺν τῷ αἵματί σου ζωή· Πληθύνου ἀθώως, καθὼς τὴν ἀνατολὴν τοῦ ἀγροῦ δέδωκά σε. Θεασάμενος γάρ σε τῷ τῆς εἰδωλολατρείας αἵματι πεφυρμένην, καὶ τὰ αἵματα τῶν θυσιῶν ἀσπαζομένην, συνεχώρησά σοι θύειν, οὐκ εἰδώλοις, ἀλλ' ἐμοί. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· «Σὺν τῷ αἵματί σου ζωή· πληθύνου ἀθώως·» τουτέστι, Μὴ παρανόμως, ἀλλ' ἐννόμως· μὴ δαίμοσιν, ἀλλὰ Θεῷ θύουσα· τοῦτο γὰρ ποιοῦσα δίκην ἀρούρας εὐθαλοῦς βλαστήσεις, καὶ παντοδαποῖς κοσμηθήσῃ καρποῖς. «Καὶ ἐπληθύνθης καὶ ἐμεγαλύνθης, καὶ εἰσῆλθες εἰς πόλεις πόλεων.» Ἠκολούθησε, φησὶ, τῇ ἐμῇ εὐλογίᾳ τὸ ἔργον· ἐγὼ μὲν γὰρ εἶπον· Ὡς τὴν ἀνατολὴν τοῦ ἀγροῦ δέδωκά σε· σὺ δὲ δεξαμένη τὴν εὐλογίαν, καὶ πλῆθος ἐκτήσω, καὶ μέγεθος· ἐπίσημός τε καὶ περιφανὴς ἀπεφάνθης, καὶ τὰς μεγίστας τῶν πόλεων ἔσχες ὑποχειρίους. Οὕτω συντόμως δείξας αὐτὴν τὴν γένεσιν καὶ τὴν ἐπίδοσιν, πάλιν ἐξηγεῖται τὴν κατὰ μέρος αὔξησιν. «Οἱ μαστοί σου, φησὶν, ἀνωρθώθησαν, καὶ ἡ θρίξ σου ἀνέτειλε.» Τροπικῶς ἅπαντα ἐκ μεταφορᾶς τῶν παιδίων λέγει, τὴν πλείονα διάθεσιν διὰ τούτων ἐπιδεικνύς. Μαστοὺς δὲ καλεῖ τοῦ λογικοῦ τὴν διάκρισιν (τὴν γὰρ καρδίαν οἱ μαστοὶ συγκαλύπτουσι), τρίχας δὲ τὸν ἀπὸ τελειότητος γινόμενον κόσμον. «Σὺ δὲ ἦσθα, φησὶ, γυμνὴ, καὶ ἀσχημονοῦσα.» Οὐδέπω γὰρ ἐδέξω τοῦ νόμου τὸ κάλυμμα