Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.500
Not analysed yet
έγνω τὸν προσδιαλεγόμενον ὁ προφήτης· οὗ δὴ χάριν αὐτὸν ἀπὸ τῆς κυριωτέρας ὀνομάζει προσηγορίας. Ἐρομένου γάρ ποτε τοῦ μεγάλου Μωσέως, καὶ τὸ θεῖον ὄνομα μαθεῖν ἐθελήσαντος, εἶπεν ὁ Δεσπότης· «Ἐγώ εἰμι ὁ ὤν.» Μιμεῖται καὶ τὴν Μωσέως εὐλάβειαν, οὐκ ἀξιόχρεων εἰς προφητείαν εἶναι λέγων τὴν νεότητα. Ἀλλ' ὁ Δεσπότης αὐτὸν παρεγγυᾷ μὴ προβάλλεσθαι εἰς παραίτησιν τὴν νεότητα, ἀλλὰ δράσαι τὸ κελευσθέν. Ἐξελαύνει δὲ αὐτοῦ καὶ τὸ δέος. ηʹ. Μὴ φοβηθῇς γὰρ, φησὶν, ἀπὸ προσώπου αὐτῶν· μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν. Εἶτα καὶ τοῦ θάρσους τὴν αἰτίαν διδάσκει· «Ὅτι μετὰ σοῦ ἐγώ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.» Τοῦτο καὶ τῷ θεσπεσίῳ Μωσῇ εἶπεν ὁ Δεσπότης Θεός· ἐκείνου γὰρ τὴν διακονίαν δειμαίνοντος, καὶ λέγοντος, «Τίς εἰμι ἐγὼ, ὅτι πορεύσομαι πρὸς Φαραώ;» εἶπεν ὁ Δεσπότης, «Ὅτι ἔσομαι μετὰ σοῦ.» Ταύτην καὶ τοῖς ἱεροῖς ἀποστόλοις τὴν ἐπαγγελίαν ἐχέγγυον ἔδωκε. Μαθητεῦσαι γὰρ αὐτοὺς πάντα τὰ ἔθνη κελεύσας, καὶ προειδὼς, ὡς Θεὸς, ὡς λογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις αὐτῶν, πῶς οἷόν τε ἕνδεκα ἄνδρας πένητας καὶ εὐγλωττίας ἐστερημένους πᾶσαν τὴν οἰκουμένην μεταβαλεῖν· ἔλυσε τὴν ἀμφιβολίαν, καὶ τὸ δέος ἐξέβαλεν, εἰρηκώς· «Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.» Τοῦτο καὶ ἐνταῦθα τῷ προφήτῃ ἔφη, ὅτι «Μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.» Βεβαιοῖ δὲ τὸν λόγον τὸ ἔργον. θʹ, ιʹ. Ἐξέτεινε γὰρ τὴν χεῖρα αὐτοῦ, φησὶ, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρός με· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. Διδάσκει δὲ καὶ τίνες οἱ λόγοι· Ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν, καὶ κατασκάπτειν, καὶ ἀπολλύειν, καὶ καταλύειν, καὶ ἀνοικοδομεῖν, καὶ καταφυτεύειν. Προεθέσπισε γὰρ οὐ μόνον τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων, ἀλλὰ καὶ τὴν ὑπὸ Κύρου παρασχεθεῖσαν ἐλευθερίαν· προεθέσπισε δὲ καὶ ἄλλοις παμπόλλοις ἔθνεσιν, οὐ μόνον παντοδαπὰς συμφορὰς, ἀλλὰ καὶ τὴν διὰ τῆς ἐνανθρωπήσεως τοῦ Δεσπότου Χριστοῦ παρασχεθεῖσαν σωτηρίαν. Οὗ δὴ χάριν τὸ μὲν ἐκριζοῦν καὶ καταλύειν ἐπὶ τῶν λυπηρῶν τέθεικε· τὸ δὲ οἰκοδομεῖν καὶ καταφυτεύειν ἐπὶ τῶν ἐναντίων. Μετὰ ταῦτα δείκνυσιν αὐτῷ ῥάβδον καρυΐνην, ἢ, κατὰ τὸν Σύρον καὶ τὸν Ἑβραῖον, ἀμυγδαλίνην. Οὕτω γὰρ καὶ οὗτος κἀκεῖνος τὴν ῥάβδον ὠνόμασαν· καὶ ἐρωτηθέντος καὶ ἀποκρινομένου τοῦ προφήτου, τί τὸ ὀφθέν; εἶπε πρὸς αὐτὸν ὁ Δεσπότης·