Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.501
Not analysed yet
ιβʹ. Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς. Ἐγρήγορσιν δὲ τὴν ἐπὶ τιμωρίᾳ διανάστασιν, καὶ τὴν μακροθυμίαν ὕπνον καλεῖ. Φησὶ γὰρ ὁ μακάριος Δαβίδ· «Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς, Κύριε;» καὶ πάλιν· «Καὶ ἐξηγέρθη, ὡς ὁ ὑπνῶν, Κύριος.» Ἡ δὲ ἀμυγδαλίνη ῥάβδος τὸ ταχὺ τῆς τιμωρίας αἰνίττεται· πρὸ γὰρ τῶν ἄλλων δένδρων τοῦτο τὸ δένδρον ἀνθεῖ. Κατὰ δὲ τοὺς Ἐβδομήκοντα, οὕτω νοητέον· Ὁ τῆς καρύας καρπὸς πικρὸν μὲν ἔχει καὶ τραχὺ τὸ κάλυμμα· τὸ δὲ ἐδώδιμον ὑπὸ τοῦτο κεκρυμμένον. Οὕτω καὶ ἡ παιδεία ἀνιαρὰ μὲν ἔχει καὶ ἀλγεινὰ τὰ φαινόμενα· ὀνησιφόρα δὲ τὰ μετὰ ταῦτα. Εἶτα δείκνυσιν αὐτῷ καὶ «λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον, αὐτοῦ ἀπὸ προσώπου βοῤῥᾶ·» καλεῖ δὲ λέβητα μὲν τὴν Ἱερουσαλήμ· πῦρ δὲ, τὸν Βαβυλώνιον, ἀπὸ βοῤῥᾶ γὰρ αὐτὸν ὀνομάζει· βόῤῥαθεν γὰρ τῆς Ἱερουσαλὴμ ἡ Βαβυλὼν διάκειται· λέβητα δὲ τὴν Ἱερουσαλὴμ καὶ ὁ θεσπέσιος Ἰεζεκιὴλ ὀνομάζει· καὶ κρέα τοὺς ἐνοικοῦντας. Εἶτα τὰ παραβολικῶς εἰρημένα διδάσκει σαφέστερον. ιεʹ. Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῶν βασιλέων τῆς γῆς ἀπὸ βοῤῥᾶ, λέγει Κύριος· καὶ ἥξουσι, καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὑτοῦ ἐπὶ τὰ πρόθυρα τῶν θυρῶν Ἱερουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη αὐτῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα. Καὶ δεικνὺς τῶν γινομένων τὸ δίκαιον, ἐπιφέρει· ιϛʹ. Καὶ λαλήσω μετὰ κρίσεώς μου πρὸς αὐτοὺς περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. Τί δὲ τῆς ἀσεβείας ταύτης ἀνοητότερον; Τί δὲ τῆς τιμωρίας δικαιότερον; Οἱ μὲν γὰρ, τὸν οἰκεῖον ποιητὴν καταλιπόντες, τὰ οἰκεῖα ἐθεοποίουν ποιήματα. Ὁ δὲ, μακροθυμήσας ἐπὶ πλεῖστον, τῆς οἰκείας αὐτοὺς ἐγύμνωσε χάριτος. Ταύτης δὲ γυμνωθέντες, ἀνοσίοις ἀνδράσιν ἐδούλευσαν. Κελεύει δὲ τὴν ὀσφὺν περιζώσασθαι, τουτέστιν, εὐζώνως καὶ ἀνδρείως διακοσμῆσαι· καὶ τῶν ἤδη γεγενημένων ὑποσχέσεων ἀναμιμνήσκων, ἐκβάλλει τὸ δέος. Λέγει δὲ αὐτὸν ἀποφῆναι καὶ στύλῳ σιδηρῷ, καὶ τείχει χαλκῷ, καὶ ὀχυρωτάτῃ παραπλήσιον πόλει, καὶ ἄμαχον καταστῆσαι, οὐ μόνον τοῖς ἱερεῦσι τῶν Ἰουδαίων, καὶ τοῖς ἄρχουσιν, ἀλλὰ καὶ αὐτοῖς τοῖς βασιλεῦσι, καὶ παντὶ τῷ πλήθει τῶν ὑπηκόων. Ἐπαγγέλλεται δὲ αὐτῷ οὐκ εἰρήνην καὶ ἡσυχίαν, ἀλλ' ἀγῶνας καὶ νίκην.