Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.504
Not analysed yet
ιθʹ. Πολεμήσουσι γάρ σοι, φησὶ, καὶ οὐ μὴ δύνωνται πρός σε· διότι ἐγὼ μετὰ σοῦ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. Ταύτην καὶ πρὸς τὴν Ἐκκλησίαν ἐποιήσατο τὴν ὑπόσχεσιν· πρὸς γὰρ δὴ τὸν θειότατον ἔφη Πέτρον· «Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Οὐκ εἶπεν, Οὐ πολεμήσουσιν· ἀλλὰ, «Πολεμοῦντες οὐ κατισχύσουσι.» Τὴν γὰρ δὴ νίκην οἱ ἀνταγωνισταὶ πραγματεύονται. ΚΕΦΑΛ. Βʹ. Μετὰ ταῦτα κελεύεται εἰπεῖν τοῖς οἰκοῦσι τὴν Ἱερουσαλήμ· αʹ, βʹ. Τάδε λέγει Κύριος· Ἐμνήσθην σοι ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου· ἐν τῷ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐν γῇ μὴ σπαρείσῃ, λέγει Κύριος. Νεότητα τῆς Ἰουδαίας τῆς κλήσεως τὴν ἀρχὴν προσηγόρευσε· τηνικαῦτα γὰρ αὐτοὶ μὲν ἐν Αἰγύπτῳ ταλαιπωρούμενοι κατεστέναξαν· αὐτὸς δὲ ᾤκτειρε, καὶ Μωσῇ διακόνῳ χρησάμενος, ἠλευθέρωσε· τὸ δὲ «ἀγάπης τελειώσεώς σου» κατ' εἰρωνείαν τέθεικεν· οὐδέποτε γὰρ Ἰουδαῖοι περὶ τὸν εὐεργέτην τελείαν ἔσχον ἀγάπην. Τοῦτο δὲ καὶ ὁ ὑμνοποιὸς ἡμᾶς διδάσκει Δαβίδ· «Ἠγάπησαν γὰρ αὐτὸν, φησὶν, ἐν τῷ στόματι αὑτῶν, καὶ τῇ γλώσσῃ αὑτῶν ἐψεύσαντο αὐτῷ· ἡ δὲ καρδία αὐτῶν οὐκ ἦν εὐθεῖα μετ' αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.» γʹ. Ἅγιος Ἰσραὴλ τῷ Κυρίῳ. Ἀντὶ τοῦ, Ἄνωθέν σε τῶν ἄλλων ἐθνῶν προέκρινα, καὶ ἐμὸς λαὸς ἐχρημάτισας. Οὕτω καὶ ὁ μακάριος ἔφη Μωσῆς· «Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» —»Ἀπαρχὴ γεννημάτων αὐτοῦ.» Πρὸ γὰρ τῶν ἄλλων ἁπάντων αὐτὸν ἐξελέξατο. Οὗ δὴ χάριν καὶ τῷ Φαραὼ ἔφη· «Υἱὸς πρωτότοκός μου Ἰσραήλ·» καὶ δι' ἑτέρου δὲ προφήτου φησὶν οὕτως· «Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς καρπὸν σύκου πρώϊμον εὗρον πατέρας αὐτῶν.» —»Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἐπάξω ἐπ' αὐτοὺς, λέγει Κύριος.» Οὐδὲ γὰρ ὡς τῷ Θεῷ διακονοῦντες ἐπολέμουν οἱ πολεμοῦντες τῷ Ἰσραήλ· ἀλλ' ὡς αὐτοῦ τοῦ Θεοῦ περιγενήσεσθαι δυνάμενοι. Οὕτω καὶ Σεναχηρεὶμ ἔλεγε· «Μή σε ἀπατάτω ὁ Θεός σου, ἐν ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ, λέγων ὅτι Ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Τούτου δὴ χάριν καὶ αὐτοῖς ἀπειλεῖ τιμωρίαν. Εἶτα παντί φησι τῷ λαῷ·