Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.505
Not analysed yet
εʹ. Τί εὗρον οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν ἀπ' ἐμοῦ μακρὰν, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν; Τίς ὑμνῆσαι πρὸς ἀξίαν ἱκανὸς τὴν τοῦ Δεσπότου φιλανθρωπίαν; Οὐ γὰρ ὡς κριτὴς κρίνει, ἀλλ' ὡς ὑπεύθυνος ἀπολογίαν προσφέρει, καὶ ἐλεγχθῆναι βούλεται εἴ τι πράξαι δέον οὐκ ἔπραξε· καὶ Θεὸς ὢν πανάγιος, ἀνθρώποις παρανόμοις λέγει· Τί ἐξήμαρτον; Τί ἠδίκησα; Εἴπατε, ἐλέγξατε. Τί ἔχοντες ἐγκαλεῖν οἱ πατέρες ὑμῶν ἐμὲ μὲν τὸν εὐεργέτην ἐγκατέλιπον, τοῖς δὲ χειροποιήτοις εἰδώλοις ἐδούλευσαν; Καὶ μὴν ἐγὼ τῆς Αἰγυπτίων δουλείας ἀπήλλαξα· καὶ δι' ἀβάτου μὲν ὡδήγησα γῆς, ἐν ἐρήμῳ δὲ ἀνύδρῳ ἀφθόνων ὑδάτων ῥεῖθρον ἐδωρησάμην, εἰς δὲ τὴν ἐπηγγελμένην εἰσήγαγον γῆν, παντοδαπῶν οὖσαν μητέρα καρπῶν. Διὰ γὰρ τοῦ Καρμήλου πᾶσαν τὴν τῆς ἐπαγγελίας παρεδήλωσε γῆν· ἀλλ' οὐδὲ τούτων ἀπολαύσαντες τὸν εὐεργέτην ἐπέγνωτε· ἀλλὰ τὴν τῶν πατέρων ἐμιμήσασθε βδελυρίαν. Εἶτα κατὰ διαίρεσιν ἑκάστου τάγματος τὴν κατηγορίαν εἰσφέρει. ηʹ. Οἱ ἱερεῖς οὐκ εἶπον· Ποῦ ἐστι Κύριος; Τοῦτο πάντων ἀνοσιώτατον· τὸ τοὺς ποδηγοὺς ἀρχηγοὺς γενέσθαι τῆς πλάνης. «Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με.» Τῶν γραμματέων καὶ διδασκάλων ἐνταῦθα κατηγορεῖ, ὡς ἑρμηνευόντων μὲν τὸν νόμον, πρώτων δὲ τοῦτον παραβαινόντων. «Καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ.» Τοὺς βασιλέας οὕτως ὠνόμασε. «Καὶ οἱ προφῆται προεφήτευον ἐν τῷ Βάαλ.» Προφήτας τοὺς ψευδοπροφήτας καλεῖ, ὥσπερ αὖ καὶ θεοὺς τοὺς οὐκ ὄντας θεούς. «Καὶ ὀπίσω τοῦ ἀνωφελοῦς ἐπορεύθησαν. «Ἔδειξε τὴν τῆς παραπληξίας ὑπερβολήν· καταλιπόντες γὰρ τὸν τῶν παντοδαπῶν ἀγαθῶν χορηγὸν, τοῖς ἐπιζημίοις εἰδώλοις ἐλάτρευον. θʹ. Διὰ τοῦτο ἔτι κριθήσομαι πρὸς αὐτοὺς, λέγει Κύριος· καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν κριθήσομαι. Ἐπιμένει τῇ μετριότητι· οὐ γὰρ εἶπε· Κρινῶ ὑμᾶς καὶ τοὺς ὑμετέρους ἀπογόνους· ἀλλὰ, Κριθήσομαι καὶ πρὸς ὑμᾶς, καὶ πρὸς ἐκείνους· ἀντὶ τοῦ, Δικάσομαι, καὶ ἐλέγξω παρανομοῦντας. Δεικνὺς δὲ τὴν τῆς παρανομίας ὑπερβολὴν, τὴν τῶν ἐθνῶν ἐξετάσαι πολιτείαν παρακελεύεται, τῶν τε ἑσπερίων καὶ τῶν ἑῴων, καὶ γνῶναι εἴ τινες ἐκείνων ἤμειψαν τοὺς πατρῴους θεούς· καλεῖ δὲ Χεττιεὶμ μὲν τὴν Κύπρον, καὶ τὰς περὶ αὐτὴν νήσους, καὶ δι' αὐτῶν τὰ ἑσπέρια μέρη· Κηδὰρ δὲ, τοὺς τὴν πρὸς ἥλιον ἀνίσχοντα ἔρημον οἰκοῦντας· διὰ δὲ τού-