Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.508
Not analysed yet
των, τὰ ἑῷα μέρη αἰνίττεται· καὶ διδάσκει ὡς ἐκεῖνοι μὲν τοῖς πατρῴοις ἠκολούθησαν ἔθεσι, καὶ οὒς ἐδιδάχθησαν σέβειν θεούς· οὗτοι δὲ τὸν ὄντως Θεὸν ἠρνήθησαν. Διὰ τοῦτο τὸν οὐρανὸν ἐκστῆναι ἔφη, καὶ φρίξαι τὴν γῆν· οὐκ ἐπειδὴ λογικὰ τὰ στοιχεῖα· ἀλλ' ὅτι ταῦτα, ὡς περιεκτικὰ τῆς κτίσεως, εἰς μαρτυρίαν μακάριος ἐκάλεσε Μωσῆς. «Πρόσεχε γὰρ, ἔφη, οὐρανὲ, καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» γʹ. Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ μὲν ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν. Λάκκους συντετριμμένους τὰ εἴδωλα προσηγόρευσεν. Ὁ γὰρ λάκκος χειροποίητος μέν ἐστιν, ἀναβλύζον δὲ ὕδωρ οὐκ ἔχει· τὸ δὲ ἐκ νεφῶν τικτόμενον, καὶ ἔνθεν κἀκεῖθεν συναθροιζόμενον δέχεται· εἰ δὲ καὶ διεῤῥωγὼς ᾖ καὶ συντετριμμένος, παραυτίκα τὸ ἐξ οὐρανοῦ συνειλεγμένον ἀπόλλυσι· Τοιαύτη τῶν εἰδώλων ἡ φύσις. Ἐρανίζεται μὲν γὰρ τὴν ὑπόστασιν ἐξ ὕλης καὶ τέχνης· ὃ δὲ παρὰ τούτων κομίζεται κάλλος, ἀφαιρεῖται ὁ χρόνος· ὁ δὲ ἀληθῶς Θεὸς, ζωῆς ἀεννάου πηγή. Εἶτα κατ' ἐρώτησιν· ιδʹ, ιεʹ. Μὴ δοῦλός ἐστιν Ἰακὼβ, ἢ οἰκογενής ἐστιν Ἰσραήλ; Διατί εἰς προνομὴν ἐγένετο; Ἐπ' αὐτὸν ὠρύοντο λέοντες. Ὅτι, φησὶ, τῆς Αἰγυπτίων ἠλευθερώθη δουλείας, ἅπαντες ἔγνωσαν· ὅτι δὲ καὶ καθ' ἑαυτὸν ἐπολιτεύετο τῆς ἐμῆς ἀπολαύων προνοίας, δῆλον ἦν ἅπασι. Περιφανὴς γὰρ ἦν καὶ περίβλεπτος. Τί τοίνυν τῆς αἰχμαλωσίας τὸ αἴτιον; Τί δή ποτε τοῖς ἐπιοῦσιν αὐτῷ βασιλεῦσιν ἐγένετο πρόχειρος; Λέοντας γὰρ τοὺς βασιλέας ὠνόμασε. Τούτους λέγει καὶ τὴν γῆν αὐτοῦ διχάσαι, καὶ τὰς πόλεις ἐμπρῆσαι. Ταῦτα δὲ οὐ μόνον ὑπὸ Ἀσσυρίων πεπόνθατε· ἀλλὰ καὶ ὑπὸ Αἰγυπτίων. Ἔτι γάρ φησιν· ιϛʹ. Υἱοὶ Μέμφεως καὶ Τάφνας ἔγνωσάν σε, καὶ κατέπαιξάν σου. Οἱ τὰ πολυθρύλλητα ἐκεῖνα σοῦ χάριν ὑπομείναντες· οὓς τὸ τελευταῖον τῷ θαλαττίῳ βυθῷ παραδέδωκα. Εἶτα τῆς ἀσθενείας τὴν αἰτίαν διδάσκει·