Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.509
Not analysed yet
ιζʹ. Οὐχὶ ταῦτα ἐποίησέ σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει Κύριος ὁ Θεός σου. Ἔπειτα καὶ σημαίνει τὴν ἀρχὴν τῆς ἀποστασίας. «Ἐν τῷ καιρῷ ἄγοντός σε ἐν τῇ ἐρήμῳ.» Εὐθὺς γὰρ Αἰγυπτίων ἀπαλλαγεὶς, ἐμὲ μὲν ἐγκατέλιπες, τὸν δὲ μόσχον ἐθεοποίησας. ιηʹ. Καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γηῶν; Καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσσυρίων, τοῦ πιεῖν ὕδωρ ποταμῶν; Ἡνίκα ὑπὸ Σύρων ἐπολεμοῦντο, τοὺς Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσαν· ὅτε δὲ Ἀσσύριοι αὐτοῖς ἐπεστράτευσαν, πρὸς Αἰγυπτίους κατέφυγον· Γηῶν γὰρ τὸν Νεῖλον καλεῖ. ιθʹ. Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε· καὶ γνῶθι, καὶ ἴδε, ὅτι πικρὸν καὶ πονηρόν σοι τὸ καταλιπεῖν σὲ ἐμὲ, λέγει Κύριος ὁ Θεός σου. Καὶ οὐκ εὐδόκησα ἐπὶ σοὶ, λέγει Κύριος ὁ Θεός σου. Ἐμὲ, φησὶν, εἰς συμμαχίαν οὐκ ἐκάλεσας, ἀλλ' ἐκείνους. Διὰ τοῦτο ἐκείνοις σε παρέδωκα. Τοιοῦτό τι πεπόνθασι καὶ οἱ τὸν Σωτῆρα σταυρώσαντες· ἀρνηθέντες γὰρ αὐτὸν, ἔλεγον μὴ ἔχειν βασιλέα εἰ μὴ Καίσαρα, οὗ δὴ χάριν αὐτοὺς Καίσαρι παραδέδωκεν. κʹ. Ὅτι ἀπ' αἰῶνος συνέτριψας τὸν ζυγόν σου, καὶ διέῤῥηξας τοὺς δεσμούς σου, καὶ εἶπας· Οὐ δουλεύσω σοι. Ἀρχαιότροπα δέ σου τὰ ἐπιτηδεύματα· ἄνωθεν γὰρ συνέτριψας τὸν τοῦ νόμου ζυγὸν, καὶ τοῖς τῶν παρανόμων ἐθνῶν ἠκολούθησας ἔθεσι. Καὶ τοὺς βωμοὺς καὶ τὰ ἄλση τῆς κατὰ νόμον πολιτείας προὐτίμησας. καʹ. Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον, πᾶσαν ἀληθινήν. Οὐχ ἁπλῶς δὲ τὸ «πᾶσαν» προστέθεικεν· ἀλλ' ἐπειδὴ ἦσαν ἐν αὐτοῖς εὐσεβεῖς ἄνδρες, οἵ τε θεῖοι προφῆται, καὶ οἱ τούτοις ἑπόμενοι· ἀντὶ τοῦ, Πάντας ὑμᾶς ἐβουλόμην εἶναι τοιούτους, πάντων γὰρ ἴσως ἐπεμελήθην. «Πῶς ἐστράφης μοι εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;» Εἰ διέμεινεν ἀληθινὴ, οὐκ ἂν ἦν ἀλλοτρία· ἐπειδὴ δὲ εἰς πικρίαν μετεβλήθη, οὐκέτι ἀληθινὴ, ἀλλ' ἀλλοτρία καλεῖται. Οὕτω καὶ ὁ μέγας ἔφη Μωσῆς· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν, σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν.» Ὅθεν καὶ χολὴν τῷ Δεσπότῃ προσήνεγκαν. Ἀλλ' ἐπειδὴ τὴν θείαν ἐξύβρισαν φυτουργίαν, καὶ εἰς πικρίαν ἐστράφησαν, καὶ ἀντὶ σταφυλῆς ἀκάνθας ἐβλάστησαν, ὁ ἐξ