Ancient Greek · ~6 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.512
Not analysed yet
αὐτῶν κατὰ σάρκα Χριστὸς ἄμπελον αὐτὸν ἀληθινὴν ὀνομάζει, λέγων· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή·» τοὺς δὲ εἰς αὐτὸν πεπιστευκότας «κλήματα» προσηγόρευσεν. κβʹ. Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον μου, λέγει Κύριος. Πόαν τὰ ἀπὸ γῆς φυόμενα ῥύμματα ὀνομάζει· καὶ διδάσκει τροπικῶς διὰ τούτων, ὡς τὰ κατὰ νόμον περιῤῥαντήρια ἀπαλλαγὴν ἁμαρτημάτων οὐ πραγματεύεται· ἀλλ' εἰλικρινὴς μεταμέλεια, καὶ πονηρίας ἀπαλλαγή. Μετὰ ταῦτα τὴν ἀναίδειαν αὐτῆς ἐξελέγχει. κγʹ. Πῶς ἐρεῖς· Οὐκ ἐμιάνθην, καὶ ὀπίσω τῆς Βάαλ οὐκ ἐπορεύθην; Εἶτα τὸ προφανὲς τῆς ἀσεβείας δείκνυσιν· «Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυανδρίῳ, καὶ γνῶθι τί ἐποίησας.» Πολυάνδριον καλεῖ τὸ τῶν μνημάτων χωρίον. Ἐν ἐκείνῳ δὲ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τοῖς εἰδώλοις κατέκαιον. «Ὀψὲ φωνῇ αὐτῆς ὠλόλυζε.» Τὸ ὀψὲ ἀντὶ τοῦ βραδέως τέθεικε· μετὰ τὴν πεῖραν, φησὶ, τῶν ἀλγεινῶν, τῆς παρανομίας αἴσθησιν ἔλαβε. Τοῦτο καὶ μετὰ ταῦτα ὁ προφήτης φησὶ, τὰς δέκα φυλὰς ὀδυρομένας ὑποδεικνὺς, καὶ λεγούσας· «Ὕστερον αἰχμαλωσίας μετενόησα.» κδʹ. Τὰς ὁδοὺς αὑτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου. Διὰ τοῦ ἐπλάτυνε, τὴν ἀπληστίαν τῆς ἀσεβείας ἐδίδαξεν. Ὕδατα δὲ ἐρήμου τὰ εἴδωλα προσηγόρευσεν, ὡς ἐρημοποιὰ, καὶ πανωλεθρίας πρόξενα. «Ἐν ἐπιθυμίαις ψυχῆς αὑτῆς ἐπνευματοφορεῖτο.» Ἃ γὰρ ἀκούειν ἠβούλοντο, ταῦτα οἱ ψευδοπροφῆται προλέγειν προσεποιοῦντο. Τὸ γὰρ «ἐπνευματοφορεῖτο» περὶ τῶν ψευδοπροφητῶν τέθεικε. «Παρεδόθη τίς ἐπιστρέψει αὐτήν;» Θεοῦ γὰρ παραδεδωκότος, τίς ἐπαρκέσει; Οὕτω καὶ διὰ τοῦ μεγάλου Μωσέως φησί· «Πάντες οἱ ζητοῦντες αὐτὴν, οὐ κοπιάσουσιν· ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν.» Εὐχείρωτοι γὰρ ἐγένοντο, τὴν ἀσέβειαν ἀσπασάμενοι. Μετὰ ταῦτα διδάσκει, ὅτι πολλάκις