Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.513
Not analysed yet
συμβουλευθεῖσα τῆς βλαβερᾶς ἀποστῆναι πορείας, ἐθρασύνετο ἄντικρυς, τὴν ἀποστασίαν ὁμολογοῦσα. Ἀλλὰ διὰ τοῦτο αἰσχύνῃ αὐτοὺς, φησὶ, περιβαλῶ πάντας ὁμοῦ, καὶ βασιλέας, καὶ ἄρχοντας, καὶ ἱερέας, καὶ τοὺς τὰ ψευδῆ προφητεύοντας· καὶ ἀπεικασθήσονται κλέπτῃ ἐπ' αὐτοφώρῳ ἁλόντι, καὶ σφόδρα ἐρυθριῶντι. Τοὺς μὲν γὰρ ἐκ ξύλου καὶ λίθου κατασκευαζομένους θεοὺς, πατέρας ὠνόμαζον καὶ γεννήτορας· ἐμοὶ δὲ τὰ νῶτα ἔδωκαν, καὶ ὡς ἐχθρὸν ἀπεστράφησαν. «Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὑτῶν ἐροῦσιν· Ἀνάστα, καὶ σῶσον ἡμᾶς.» Τοῦτο μάλιστα ἀναιδείας ἐσχάτης, τὸ ἀπολαύοντας μὲν τῶν ἀγαθῶν ἀχαριστίαν νοσεῖν· σπανίζοντας δὲ, τούτων αἰτεῖν τὴν μετάληψιν. Εἶτα εἰρωνικῶς· κηʹ. Καὶ ποῦ εἰσιν οἱ θεοί σου, οὓς ἐποίησας σεαυτῇ; εἰ ἀναστήσονται, καὶ σώσουσιν ἐν καιρῷ τῆς κακώσεώς σου; Διδάσκει δὲ καὶ τούτων τὸ πλῆθος. Ὅτι κατὰ ἀριθμὸν τῶν πόλεων ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων Ἱερουσαλὴμ ἔθυον τῇ Βάαλ. Οὕτω δείξας τὴν τῶν οὐκ ὄντων θεῶν τιμὴν, καὶ τὸ πλῆθος, καὶ τὴν ἀσθένειαν, πράως τοῖς ἀχαρίστοις ἐπιτιμᾷ· κθʹ. Ἱνατί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠσεβήσατε, καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμὲ, λέγει Κύριος. Ἀναμιμνήσκει καὶ τῶν ἐπενεχθεισῶν αὐτοῖς παιδειῶν. λʹ. Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν· παιδείαν οὐκ ἐδέξασθε. Οὔτε εὐεργετούμενοι τὸν εὐεργέτην ἐπέγνωτε, οὔτε παιδευόμενοι τῆς ἀσεβείας ἀπέστητε. Ἐγὼ δὲ καὶ τοὺς αἰτίους τῆς πλάνης σφαγῇ παραδέδωκα. λα. Ἀκούσατε λόγον Κυρίου. Τάδε λέγει Κύριος. Μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰακὼβ, ἢ γῆ κεχερσωμένη, διότι εἶπεν ὁ λαός μου· Οὐ κυριευθησόμεθα, καὶ οὐχ ἥξομεν πρός σε; Εἰρωνικῶς ταῦτα λέγει. Ἆρα, φησὶ, μὴ τοῖς εἰδώλοις εἰμὶ παραπλήσιος; ἆρα μὴ ὁμοίως ἐκείνοις οὐδένα αὐτοῖς καρπὸν ἀγαθὸν προσενήνοχα, καὶ διὰ τοῦτο τὴν ἐμὴν δουλείαν ἀπέδρασαν; Μεταβαίνει δὲ καὶ ἐφ' ἑτέραν εἰκόνα, καὶ λέγει, πᾶσαν μὲν νύμφην τοῦ κόσμου πεφροντικέναι, πᾶσαν δὲ παρθένον τῆς στηθοδεσμίδος ἐπιμελεῖσθαι· τὸν δὲ κληθέντα