Ancient Greek · ~6 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.516
Not analysed yet
λαὸν, κατολιγωρῆσαι τοῦ κηδεμόνος. Εἶτα πάλιν εἰρωνικῶς λγʹ. Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου, τοῦ ζητῆσαι ἀγάπησιν; Τί ἕτερον, φησὶ, τοῖς προειρημένοις προσθεῖναι βούλῃ, ὡς τὸ ἐμὸν περὶ σὲ πραγματεύσασθαι φίλτρον· «Οὐχ οὕτως.» Οὐδὲν τούτων εἰς ἀγάπην κινεῖ, ἀλλὰ τοὐναντίον μῖσος ἐργάζεται· οὐ γὰρ μόνον εἰς ἀσέβειαν ἐξώκειλας, ἀλλὰ καὶ μιαιφονίαν ἐτόλμησας. λδʹ. Ἐν γὰρ ταῖς χερσί σου, φησὶν, εὑρέθη αἵματα ψυχῶν ἀθώων. Τοῦτο καὶ ὁ μακάριος ἔφη Δαβίδ· «Καὶ ἔθυσαν τοὺς υἱοὺς αὑτῶν τοῖς δαιμονίοις, καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὑτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναὰν, καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι. Διδάσκων δὲ, ὡς οὐδὲ κρύβδην ταῦτα εἰργάζοντο, ἀλλ' ἀναφανδὸν ἐτόλμων, ἐπήγαγεν· «Οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς, ἀλλ' ἐπὶ πάσῃ δρυΐ.» Οὐ γὰρ ὥσπερ οἱ τοιχωρύχοι λάθρα τοῦτο δρῶσιν, οὕτω καὶ οὗτοι λανθάνειν ἐπειρῶντο παρανομοῦντες, ἀλλὰ πᾶς βουνὸς, καὶ πᾶν ἄλσος ἐδέξατο τὴν τούτων ἀσέβειαν· ἀναιδεῖς δὲ ὄντες, καὶ βδελυροὶ, καὶ τὰ προφανῶς γινόμενα ἐξηρνοῦντο. λεʹ. Εἶπας γὰρ, φησί· Ἀθῶός εἰμι· ἀλλὰ ἀποστραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ' ἐμοῦ. Οὗ δὴ χάριν ἐπήγαγεν· Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ σε λέγειν· Οὐχ ἥμαρτον. Καὶ οὐ λέγει, Κρινῶ σε, ἀλλὰ, «Κρίνομαι πρὸς σέ·» ἀντὶ τοῦ, Δικάζομαι, καὶ ἐλέγχω σε ψευδομένην καὶ ἀναιδῶς ἀρνουμένην. λϛʹ. Ὅτι κατεφρόνησαι σφόδρα τοῦ δευτερῶσαι τὰς ὁδούς σου. Κατάλληλος γὰρ ἡ ἀναίδεια τῇ παρανομίᾳ· αἰνίττεται δὲ διὰ τούτου καὶ ἕτερον, ὅτι Ὥσπερ Ἀσσυρίους εἰς συμμαχίαν καλέσαντες, οὐδὲν ἐκ τῆς ἐπικουρίας ἀπώνασθε, οὕτω καὶ νῦν Αἰγυπτίοις προσπεφευγότες, οὐδεμιᾶς ἐκεῖθεν ὠφελείας ἀπολαύσεσθε. Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομένων δηλοῖ. Καὶ ἀπ' Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατ-