Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.517
Not analysed yet
ῃσχύνθης ἀπὸ Ἀσσούρ. (λζʹ) Ὅτι καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· Ἴδιον τῶν θρηνουσῶν τὸ τὰς χεῖρας συμπεπλεγμένας ἐπιτιθέναι τῇ κεφαλῇ. Τὸ δὲ αἴτιον τῶν κακῶν, «Ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐοδωθήσῃ ἐπ' αὐτῇ.» Εἰ γὰρ εἰς τὸν Θεὸν ἤλπισας, ἐτρύγησας ἂν ὥριμον τὸν τῆς ἐλπίδος καρπόν· ἐπειδὴ δὲ ἀνθρώποις ἐθάῤῥησας, διήμαρτες τῆς ἐλπίδος. ΚΕΦΑΛ. Γʹ. Μετὰ ταῦτα δὲ γινώσκει, ὡς πᾶσα μὲν γυνὴ τοῦ ἀνδρὸς ἀφισταμένη, καὶ ἑτέρῳ συναπτομένη, πρὸς τὸν ἄνδρα τὸν πρότερον ἐπανελθεῖν οὐ δυνήσεται, τοῦ νόμου τοῦτο κωλύοντος· ἐμὲ δὲ σὺ τὸν κατὰ νόμον σοι συναφθέντα καταλιποῦσα, συνήφθης δαίμοσιν ἀνοσίοις· εἶτα, πάλιν αἴσθησιν δεξαμένη τῆς βλάβης πρὸς ἐμὲ ἐπανῄεις, ἐγὼ δὲ οὐκ ἀπωθούμην. Εἰ δὲ νομίζεις ἁπλῶς με ταῦτα λέγειν, βʹ. Ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ποῦ οὐχὶ ἐξεφύρθης. Ἀντὶ τοῦ, Ἐμιάνθης. Τοῦτο γὰρ καὶ διὰ τοῦ Ἐζεκιήλ φησι πρὸς αὐτὴν, «Καὶ εὗρόν σε πεφυρμένην ἐν τῷ αἵματί σου·» οὕτω δὲ καὶ ὁ Σύρος ἡρμήνευσε. Λέγει δὲ ἐν τοῖς ἑξῆς, ὅτι Οὐ μόνον παραγινομένους ἐδέχου, ἀλλὰ καὶ ἐξῄεις ἐπιζητοῦσα· καὶ ταῖς κορώναις παραπλησίως προσήδρευες ταῖς ὁδοῖς, τὴν ἐκείνων προσμένουσα παρουσίαν, καὶ τὴν γῆν μιασμάτων ἐνέπλησας, πολλοῖς ποιμέσιν ἀνθ' ἑνὸς χρησαμένη. Ποιμένας γὰρ πολλοὺς τὰ εἴδωλα προσηγόρευσεν ὥσπερ γὰρ θεοὶ ἐκαλοῦντο τὴν θείαν προσηγορίαν συλήσαντες οἱ τοῦ ψεύδους πατέρες οὕτω καὶ ποιμένες ὠνομάσθησαν τὸ τοῦ ἀληθινοῦ ποιμένος λῃστεύσαντες ὄνομα. «Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας.» Καθάπερ γὰρ αἱ τὴν ὥραν ἀπεμπολοῦσαι τῶν μετώπων ἀποξύουσι τὴν αἰδῶ, καὶ πᾶσιν ὁμοίως προσφέρονται· οὕτω σὺ πρὸς οὐδένα τὴν εὔνοιαν διεφύλαξας, ἀλλὰ τρυγῶσα μὲν παρ' ἐμοῦ τῶν ἀγαθῶν τὴν φορὰν, τοῖς εἰδώλοις ἐδούλευες. Περιπίπτουσα δὲ συμφοραῖς, καὶ τῆς ἐκείνων ἀσθενείας αἰσθανομένη, τὴν ἐμὴν ἐξῄτεις βοήθειαν. δʹ. Οὐχ ὡς οἶκόν με ἐκάλεσας, καὶ πατέρα, καὶ ἀρχηγὸν τῆς παρθενίας σου, Οὐ ταύτας μοι τῆς οἰκειώσεως προσηγορίας ἐτίθεις πάλαι, ποτὲ μὲν πατέρα καλοῦσα, ποτὲ δὲ ἄνδρα παρθενικὸν, ποτὲ δὲ οἶκον ἄσυλον; Οὕτω γὰρ καὶ ὁ μακάριος