Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.520
Not analysed yet
λέγει Δαβίδ· «Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. εʹ. Μὴ διαμενεῖ εἰς τὸν αἰῶνα; Ἀντὶ τοῦ, Τὸ ψεῦδός σου, καὶ τῶν ῥημάτων ἡ χλευασία. «Ἦ διαφυλαχθήσεται εἰς νῖκος;» Ἦ νομίζεις διὰ τούτων περιγενέσθαι καὶ νικᾷν; Εἶτα εἰρωνικῶς· «Ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα, καὶ ἠδυνήθης.» Ἀντὶ τοῦ, Νόμισον κεχλευακέναι, καὶ διαπεφευγέναι τοιαῦτα παρανομῆσαι τολμήσασα. Μετὰ δὲ ταῦτά φησι τὸν Θεὸν πρὸς αὐτὸν εἰρηκέναι ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως· ϛʹ. Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπειδὴ ἀπῆσαν ἐκεῖνοι (ἐδούλευον γὰρ ἐν Βαβυλῶνι), τὸν προφήτην διδάσκει τῆς τιμωρίας τὸ δίκαιον. «Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ.» Ἔπειτα τὴν οἰκείαν ἀγαθότητα καὶ μακροθυμίαν δείκνυσιν. ζʹ. Καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν. Ἑκοῦσα τοίνυν τὸν ὄλεθρον ἐπεσπάσατο, μήτε ἀρχῆθεν τὴν κατὰ νόμον πολιτείαν ἀσπασαμένη, καὶ μετὰ τὴν ἀσέβειαν ἐπιστρέψαι μὴ βουληθεῖσα. Ἐντεῦθεν αὔξει τῆς Ἰούδα φυλῆς τὴν κατηγορίαν. ηʹ. Καὶ εἶδε τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰούδα ἡ ἀδελφὴ αὐτῆς, καὶ εἶδε διότι περὶ πάντων ὧν κατελήφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραὴλ, καὶ ἐξαπέστειλα αὐτὴν, καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς. Καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα, ἡ ἀδελφὴ αὐτῆς, καὶ ἐπορεύθη, καὶ ἐπόρνευσε καὶ αὐτή. Θεασαμένη, φησὶ, καὶ τὴν πονηρίαν τῆς ἀδελφῆς αὐτῆς, καὶ τὴν διὰ ταύτης ἐπενεχθεῖσαν αὐτῇ τιμωρίαν, οὐκ ἔφυγε τῆς πονηρίας τὴν μίμησιν· ἀλλὰ τοῖς ἐκείνης ἠκολούθησεν ἴχνεσιν. θʹ. Καὶ ἐγένετο ἡ πορνεία αὐτῆς εἰς οὐθέν. Οὐδὲν γὰρ, φησὶ, παράνομον ποιεῖν ὑπελάμβανε· πορνείαν δὲ τὴν εἰδωλολατρείαν καλεῖ· καταλιπόντες γὰρ τὸν Θεὸν, ὃς νυμφίος αὐτῶν ὠνομάζετο, τοῖς εἰδώλοις ἐλάτρευον. «Καὶ ἐφονοκτόνει τὴν γῆν, θύουσα τὰ τέκνα τοῖς δαίμοσι· καὶ ἐμοίχευσε τὸν λίθον καὶ τὸ ξύλον.» Σαφῆ τὴν τῆς πορνείας κατηγορίαν εἰργάσατο. Εἶτα διὰ πλειόνων διδάσκει, ὅτι οὐκ ἐβδελύξατο τῆς ἀδελφῆς τὴν ἀσέβειαν, τὴν πανωλεθρίαν θεασαμένη· καὶ ὅτι μᾶλλον ἔχουσί τινα συγγνώμην αἱ δέκα φυλαὶ, ἤπερ ἡ τοῦ Ἰούδα φυλὴ, ἐπειδὴ τὰς συμφορὰς ἐκείνων ἑωρακυῖα, τὰ αἴτια τῶν συμφορῶν διετέλεσε δρῶσα· οὗ δὴ χάριν ἐκείνοις προθεσπίσαι ὁ προφήτης παρακελεύεται.