Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.521
Not analysed yet
ιβʹ. Πορεύου γὰρ, φησὶ, καὶ ἀνάγνωθι τοὺς λόγους τούτους πρὸς βοῤῥᾶν, καὶ ἐρεῖς, Ἐπιστράφηθι πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος. Καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς, ὅτι ἐλεήμων εἰμὶ, λέγει Κύριος, καὶ οὐ μηνιῶ ὑμῖν εἰς τὸν αἰῶνα. Ἀμέτρητος ἡ τοῦ Δεσπότου φιλανθρωπία· μετὰ γὰρ τὴν πολλὴν παρανομίαν μόνην ἐπιζητεῖ μεταμέλειαν· διδάσκει δὲ καὶ ταύτης τὸν τρόπον. ιγʹ. Πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύριον τὸν Θεόν σου ἠσέβησας. Ἀρχὴ γὰρ ὑγείας αἴσθησις ἀῤῥωστίας. Καὶ, «Ἐξέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους.» Τὸν Θεὸν, καὶ Κύριον, καὶ ποιητὴν, καὶ εὐεργέτην καταλιποῦσα, ἀλλοτρίοις συνήφθης· τίνες δὲ οὗτοι; «Ὑποκάτω παντὸς ξύλου ἀλσώδους.» Ἔδειξε τῆς πλάνης τὸ ἀκερδές· ἄκαρπα γὰρ τὰ θεοποιηθέντα φυτά. «Τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος.» Νομοθετῶν γὰρ εἶπεν, «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ.» ιδʹ. Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει Κύριος. Καὶ ἀποστάντας υἱοὺς ὀνομάζει, διὰ τὴν ἄῤῥητον αὐτοῦ ἀγαθότητα. «Διότι ἐγὼ κυριεύσω ὑμῶν.» Πάλιν γὰρ ὑμῶν ἐπιμελήσομαι, καὶ πάσης ἀξιώσω κηδεμονίας. Καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς, καὶ εἰσάξω ὑμᾶς εἰς Σιών. (ιεʹ.) Καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ' ἐπιστήμης. Ταῦτα τυπικῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ ἐγένετο. Ἐπανῆλθον γὰρ ἐπὶ Κύρου τοῦ Πέρσου, ποιμένας ἔχοντες τὸν Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ, καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν· εὐσέβεια δὲ καὶ εὐνομία ἀμφοτέρους ἐκόσμει. Κατὰ μέντοι τὴν ἀλήθειαν, μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν ἡ προφητεία τέλος ἐδέξατο. Ἐξελέξατο γὰρ ἐξ Ἰουδαίων ὁ Δεσπότης, ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς· καὶ κατέστησεν αὐτοὺς ποιμένας κατὰ τὴν καρδίαν αὑτοῦ, τοὺς ἱεροὺς ἀποστόλους. Διὸ δὴ καὶ θειοτάτῳ Πέτρῳ ἔφη· «Σίμων Ἰωνᾶ, φιλεῖς με; Ποίμαινε τὰ πρόβατά μου.» Καὶ ὅτι ταύτην ἔχει τὴν διάνοιαν ἡ προφητεία, τὰ ἑξῆς μαρτυρεῖ. ιζʹ. Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, καλέσουσι τὴν Ἱερουσαλὴμ θρόνον Κυρίου, καὶ συναχθήσεται εἰς αὐτὴν πάντα τὰ ἔθνη τῷ ὀνόματι Κυρίου εἰς Ἱερουσαλήμ· καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων