Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.524
Not analysed yet
τῆς καρδίας αὑτῶν τῆς πονηρᾶς. Τοῦτο δὲ μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐκ ἐγένετο· οὐ γὰρ κατέλιπε τὴν ἀσέβειαν τηνικαῦτα τὰ ἔθνη. Μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, διεπόρθμευσαν μὲν εἰς ἅπασαν τὴν οἰκουμένην οἱ θεῖοι ἀπόστολοι τὸ σωτήριον κήρυγμα· ἀπέστησαν δὲ τῆς προτέρας πλάνης οἱ ταύτῃ δουλεύσαντες, καὶ τὸν τῶν ἁπάντων προσκυνοῦσι Θεὸν, καὶ ὡς εἰς θρόνον θεῖον τὴν Ἱερουσαλὴμ συντρέχουσιν ἅπαντες. Εἶτα διδάσκει ὡς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐκέτι πάλιν αἱ φυλαὶ δίχα διαιρεθήσονται, ἀλλὰ κατὰ τὸ αὐτὸ ἐπανήξουσι, καὶ τὴν πατρῴαν καθέξουσι γῆν. Εἶτα ὁ προφήτης ἐπὶ ταῖς χρησταῖς ἐπαγγελίαις ἡσθείς φησι· ιθʹ. Καὶ ἐγὼ εἶπον, Γένοιτο, Κύριε. Ταῦτα ἐν μέσῳ εἰρηκὼς ὁ προφήτης, συμπεραίνει τὴν θείαν ἐπαγγελίαν. «Ὅτι τάξω σε εἰς τέκνα.» Πάλιν γὰρ, φησὶ, ἐμοὶ χρηματίσετε παῖδες. «Καὶ δώσω σοι γῆν ἐκλεκτὴν, κληρονομίαν ὀνομαστὴν, Θεοῦ παντοκράτορος ἐθνῶν.» Τὴν γῆν τῆς ἐπαγγελίας οὕτως ἐκάλεσεν. Ἐθνῶν δὲ αὐτὸν Θεὸν ὠνόμασε παντοκράτορα, διδάσκων ὅτι πάντων ἐστὶ Θεὸς, καὶ πάντων δημιουργὸς, καὶ ὅτι καὶ τὰ ἔθνη τῆς θεογνωσίας ἀπολαύσονται, καὶ μεταβήσεται εἰς ἐκεῖνα ἡ χάρις τοῦ Πνεύματος. Μετὰ ταῦτα συμβουλεύει ἣν ἔχουσι παῖδες περὶ πατρὸς φιλοστοργίαν κτήσασθαι, καὶ τῆς θείας ἀπολαῦσαι κηδεμονίας. Εἶτα αἰτιᾶται, ὅτι γυναῖκα μοιχεύτριαν εἰς τὸν ἄνδρα παρανομοῦσαν ἐζήλωσαν, οὐ μόνον αἱ δέκα φυλαὶ, ἀλλὰ καὶ ἡ τοῦ Ἰούδα φυλὴ, καὶ τὰς πρὸς τὸν νυμφίον συνθήκας παρέβησαν· προλέγει δὲ καὶ τῶν δέκα φυλῶν τὴν μεταμέλειαν· αἴσθησιν γὰρ αὐταῖς τῆς παρανομίας ἡ τῆς αἰχμαλωσίας ἐνέθηκε συμφορά. καʹ. Φωνὴ γὰρ, φησὶν, ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ἰσραὴλ, ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο Θεοῦ ἁγίου αὐτῶν. Θεασάμενος δὲ τὴν μεταμέλειαν, ἐπιμεῖναι ταύτῃ προτρέπει, καί φησιν· κβʹ. Ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἐγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. Οὐ μόνον δὲ ὑπισχνεῖται τὴν ἴασιν, ἀλλὰ καὶ ποίοις χρήσασθαι δεῖ λόγοις διδάσκει, μονονουχὶ λέγων· Ταῦτα εἴπατε· «Ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ.» Ἀρνούμεθα τὴν πλάνην, βδελυσσόμεθα τὴν τῶν δαιμόνων δουλείαν· σὲ μόνον ἴσμεν καὶ Κύριον καὶ Θεόν. κγʹ. Ὄντως ψεῦδος ἦσαν οἱ βουνοὶ, καὶ ἡ