Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.525
Not analysed yet
δύναμις τῶν ὀρέων. Πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τῷ οἴκῳ Ἰσραήλ. Δι' αὐτῆς μεμαθήκαμεν τῆς πείρας, ὡς σὺ μόνος χορηγὸς ἀγαθῶν· τὰ δὲ ἄλση καὶ οἱ βουνοὶ, ἐπιζήμια καὶ ὀλέθρια. κδʹ. Ἡ δὲ αἰσχύνη κατηνάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, καιόντων τὰ πρόβατα αὑτῶν, τοὺς υἱοὺς αὑτῶν, καὶ τὰς θυγατέρας αὑτῶν. Ἔδειξε καὶ ἧς προσέφερον τοῖς εἰδώλοις τιμῆς τὴν ὑπερβολήν· πρὸς γὰρ βουσὶ καὶ προβάτοις, καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας κατέκαιον· καὶ ὅτι οὐ μόνον οὐδὲ ἐκεῖθεν ἐδρέποντο κέρδος, ἀλλὰ πρὸς τῇ τῶν ψυχῶν ἀπωλείᾳ καὶ τὴν αἰσχύνην ἐτρύγων· τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων φησί· κεʹ. Ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν· διότι ἐναντίον τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἀπὸ νεότητος ἡμῶν, καὶ ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν. Καὶ ὁ θεῖος Ἀπόστολος τῆς ἁμαρτίας καρπὸν τὴν αἰσχύνην εἶναί φησι· λέγει δὲ οὕτως· «Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε;» ΚΕΦΑΛ. Δʹ. Οὕτω διδάξας αὐτοὺς δεηθῆναι, ὑπισχνεῖται καὶ αὐτοῖς ἀπόλαυσιν ἀγαθῶν, εἰ λάβοιεν λήθην τῶν εἰδώλων (αὐτὰ γὰρ καλεῖ βδελύγματα), καὶ εἰς τὸν ὄντα Θεὸν μεταθεῖεν τὸ σέβας· ὡς καὶ τοὺς ὅρκους μηκέτι κατ' εἰδώλων, ἀλλὰ κατ' αὐτοῦ ποιεῖσθαι, ἀληθεύοντας καὶ οὐ ψευδομένους. Τοῦτο γὰρ λέγει· βʹ. Ἐὰν ὀμόσῃς, Ζῇ Κύριος, μετὰ ἀληθείας, ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ. Ἐν δὲ τοῖς ἱεροῖς Εὐαγγελίοις τὰ τούτων νενομοθέτηκε τελειότερα· «Ἐῤῥέθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ Κυρίῳ τοὺς ὅρκους σου. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως.» Ἰουδαίοις δὲ, ὡς ἀσθενῶς διακειμένοις, παρακελεύεται κατ' αὐτοῦ ὀμνύναι, ἵνα τῇ τοῦ ὅρκου συνηθείᾳ αὐτὸν μόνον προσκυνεῖν διδαχθῶσιν· ἐπαγγέλλεται δὲ, τούτων γινομένων, ὡς εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσι τῷ Θεῷ ἐν Ἱερουσαλήμ· τούτων γὰρ εὐσεβούντων, πολλοὶ τῶν πλησιοχώρων μετεμάνθανον τὴν εὐσέβειαν. Ἐντεῦθεν ἀπὸ τοῦ Ἰσραὴλ ἐπὶ τὸν Ἰούδα μεταφέρει τὸν λόγον, καί φησι· γʹ. Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις. Γεωργήσατε, φησὶ, τὰς ὑμετέρας ψυχάς· πρόῤῥιζον ἀνασπάσατε τῶν εἰδώλων τὴν μνήμην. Ταῦτα γὰρ ἀκάνθας καλεῖ. δʹ. Περιτμήθητε τῷ Θεῷ ὑμῶν. Εἶτα διδάσκει ὁποία τοῦ Θεοῦ ἡ περιτομή. «Καὶ περιτέμνεσθε