Ancient Greek · ~9 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.528
Not analysed yet
τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ.» Σαφῶς ἐδίδαξεν ὡς ἡ φαινομένη περιτομὴ τύπος τῆς κεκρυμμένης, καὶ ὅτι τῆς ἔνδον οὔσης περιττὴ ἡ τοῦ σώματος. Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος Ῥωμαίοις γέγραφεν· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ, ἐν σαρκὶ, περιτομὴ, ἀλλ' ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ.» Ἤκουσε γὰρ τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος· «Περιτμήθητε τῷ Θεῷ ὑμῶν, καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ· μήποτε ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου, καὶ ἐκκαυθήσεται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν.» Ὑμεῖς γὰρ μόνοι δύνασθε σβέσαι μεταμελούμενοι· ὑμῶν δὲ μεταμελείᾳ μὴ κεχρημένων, οὐδεὶς ἱκανὸς ἀπαλλάξαι τῆς τιμωρίας. Δεδιττόμενος δὲ αὐτοὺς παρακελεύεται εἰπεῖν τῇ Ἱερουσαλὴμ, καὶ πάσῃ τῇ Ἰουδαίᾳ φυλῇ, ὥστε σαλπίσαι, καὶ σημᾶναι πᾶσι τῶν πολεμίων τὴν προσβολὴν, ἵνα εἰς τὰς τετειχισμένας καταφύγωσι πόλεις, διαφερόντως δὲ εἰς Σιὼν, ὡς ὀχυρωτέραν· καὶ κατεπείγει, λέγων· ϛʹ. Σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βοῤῥᾶ, καὶ συντριβὴν μεγάλην. Λέγει δὲ ταῦτα παραβολικώτερον· καὶ καλεῖ λέοντα τὸν Ναβουχοδονόσορ, μάνδραν δὲ τὴν Βαβυλῶνα· ἐκεῖθεν δὲ τοῦτον ὁρμῶντα, καὶ τὰς πόλεις ἐμπρῆσαι, καὶ τὰς χώρας δῃῶσαι. ηʹ. Τούτου δὴ χάριν, περιζώσασθε σάκκους, καὶ κόπτεσθε, καὶ ὀλολύξατε, ὅτι οὐκ ἀπεστράφη ὁ θυμὸς τῆς ὀργῆς Κυρίου ἀφ' ὑμῶν. Προλέγει δὲ καὶ τὴν τοῦ βασιλέως δειλίαν, τοῦ τε Ἰωακεὶμ, καὶ τοῦ Ἰεχωνίου μετ' ἐκεῖνον, καὶ τελευταίου τοῦ Σεδεκίου. Προλέγει καὶ τῶν ἀρχόντων καὶ ἱερέων τὸ δέος. Καὶ μετὰ ταῦτα πρὸς τὸν Δεσπότην ὁ προφήτης φησί· ιʹ. Ἆρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦ Θεοῦ καὶ τὴν Ἱερουσαλὴμ, λέγων, Εἰρήνη ἔσται, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῶν ψυχῶν αὐτῶν; Ταῦτα οὐκ ἀληθῶς ὁ προφήτης ἔφη, ἀλλ' ἐπειδὴ οἱ ψευδοπροφῆται εἰρήνην ὑπισχνοῦντο, τὸν Θεὸν ταύτην ἐπαγγέλλεσθαι λέγοντες, τὴν ἐκείνων ἐλέγχων ψευδολογίαν, τούτοις τοῖς λόγοις ἐχρήσατο ιαʹ. Ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσι τῷ λαῷ τούτῳ, καὶ τῇ Ἱερουσαλὴμ, ὡς πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν, οὐδὲ εἰς ἅγιον.