Ancient Greek · ~7 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.529
Not analysed yet
ιβʹ. Πνεῦμα πληρώσεως ἀπὸ τούτων ἥξει μοι. Δι' αὐτῆς, φησὶ, μαθήσονται τῆς πείρας, κατὰ τὸν καιρὸν τῶν συμφορῶν, ὡς πνεῦμα πλανήσεως ἦν τὸ διὰ τῶν ψευδοπροφητῶν φθεγγόμενον, οὐ καθαρὸν, οὐδὲ ἅγιον, οὐδὲ πνεῦμα πληρώσεως, ἀντὶ τοῦ, οὐ συμπληρωτικὸν τῆς Τριάδος· ἀφ' ὧν ἦλθέ μοι τὰ παρόντα κακά. «Νῦν δὲ ἐγὼ λαλήσω κρίματά μου πρὸς αὐτούς.» Τουτέστιν, Ἃς δικαίως αὐτοῖς ἐπάξω συμφοράς. Καὶ καταλέγει ταύτας, νεφέλῃ μὲν ἀπεικάζων καὶ καταιγίδι τὰ ἅρματα, ἀετοῖς δὲ τὴν τῶν ἵππων ὀξύτητα. Προλέγει καὶ τὸν ἐσόμενον θρῆνον· «Οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν.» Καὶ μετὰ ταῦτα συμβουλεύει τῇ μεταμελείᾳ τὴν σωτηρίαν καρπώσασθαι. ιδʹ. Ἀπόπλυνε γὰρ, φησὶ, ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλὴμ, ἵνα σωθῇς· ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πονηροί σου; Ἡ γὰρ τῶν λογισμῶν πονηρία τούτων σοι τῶν κακῶν γεγένηται πρόξενος. ιεʹ. Διότι φωνὴ ἀναγγέλλοντος ἐκ Δὰν ἥξει, καὶ ἀκουσθήσεται πόνος ἐξ ὄρους Ἐφραΐμ. Δὰν ἡ νῦν Πανεὰς ἐκαλεῖτο· αὕτη ἦν τῆς Ἰσραηλίτιδος γῆς, καὶ μαρτυρεῖ τῶν Βασιλειῶν ἡ ἱστορία· ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεέ· ἀπὸ βοῤῥᾶ δὲ καὶ αὐτὴ, καὶ τὸ ὄρος τὸ Ἐφραῒμ τῆς Ἱερουσαλὴμ διάκειται· ἐκεῖθεν δὲ ὁ Βαβυλώνιος ἐποιήσατο τὴν πορείαν. Καὶ μάρτυς οὗτός τε ὁ προφήτης, καὶ τῶν Βασιλειῶν ἡ τετάρτη· λέγουσι δὲ ὡς τοὺς αἰχμαλώτους εἰς Ῥεβλαθὰ τῆς Ἐμὰθ ἀπήγαγον οἱ τοῦ Ναβουχοδονόσορ. Κώμη δέ ἐστιν ἡ Ῥεβλαθὰ τῆς νῦν καλουμένης Ἐμέσης· ὡς εἶναι δῆλον, ὅτι Ἐμὰθ τὴν μεγάλην τὴν Ἔμεσαν λέγει· τὴν δὲ ἄλλην Ἐμὰθ, τὴν Ἐπιφάνειαν· οὕτω γὰρ καὶ μέχρι τοῦ παρόντος τῇ ἐπιχωρίῳ καλεῖται φωνῇ. Ἐπειδὴ τοίνυν ἐκεῖθεν τρέχοντες τὰ λυπηρὰ προσεμένοντο· ιϛʹ, ιζʹ. Ἰδοὺ συστροφαὶ ἔρχονται ἐκ γῆς μακρόθεν, καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ἰούδα φωνὴν αὐτῶν. Ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ' αὐτὴν κυκλόθεν. Καθάπερ γὰρ, φησὶ, οἱ τὰ σπέρματα ἢ τὰς ἀμπέλους φυλάσσοντες, ἀκριβῶς