Ancient Greek · ~8 min
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Jeremiam 81.532
Not analysed yet
ταῦτα φυλάττουσι, καὶ τοὺς ὁδίτας δι' αὐτῶν παριέναι κωλύουσιν· οὕτως οὗτοι τὴν Ἱερουσαλὴμ πολιορκήσουσι, καὶ οὐδένα διαφυγεῖν συγχωρήσουσι. Διδάσκει δὲ καὶ ὁ προφήτης, καὶ τῶν Βασιλειῶν ἡ τετάρτη, ὡς καὶ τεῖχος περιῳκοδόμησαν κύκλῳ ἀπὸ τετραπόδων λίθων, ὥστε μηδένα διαδράναι τῶν ἐνοικούντων. Ταῦτα δὲ πείσῃ, φησὶν, «Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος.» ιηʹ. Αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησάν σοι ταῦτα· αὕτη ἡ κακία σου, ὅτι πικρὰ, ὅτι ἥψατο ἕως τῆς καρδίας σου. Ἄξια ὧν ἐτόλμησας ὑπομενεῖς, καὶ θερίσεις ἃ ἔσπαρκας. Ταῦτα προειπὼν ὁ προφήτης ὑπὲρ ἐκείνων ὀδυνᾶται, καὶ ἀποδύρεται, καὶ λέγει τὴν κοιλίαν ἠλγηκέναι, καὶ τὰ τῆς καρδίας αἰσθητήρια· καὶ μιμεῖται μητέρα σπαρασσομένην ἐπὶ τέκνων ὀλέθρῳ. ιθʹ, κʹ. Μαιμάσσει γὰρ, φησὶν, ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου, οὐ σιωπήσομαι· ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυγὴν πολέμου. Καὶ ταλαιπωρίαν, καὶ συντριμμὸν ἐπικαλεῖται. Ταῦτα γὰρ ἡ σάλπιγξ σημαίνει, ταῦτα προδηλοῖ τὰ κακά· λέγει δὲ καὶ τὴν γῆν ταλαιπωρῆσαι, καὶ τὴν σκηνὴν διαῤῥαγῆναι, καὶ τὰς δέῤῥεις διασπασθῆναι· διὰ δὲ τούτων τῆς πόλεως αἰνίττεται τὴν κατάλυσιν. Ἐξηγεῖται καὶ τῶν φευγόντων τὸ πλῆθος, καὶ ἐκ προσώπου τοῦ Θεοῦ φησι· κβʹ. Διότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, οἱ υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί. Καὶ ἵνα μὴ νομισθῶσιν ἄξιοι εἶναι συγγνώμης ὡς ἄφρονες, εὐθὺς ἐπήγαγεν· «Σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν.» Τοῦτο γὰρ δὴ τὸ παγχάλεπον, ὅτι εἰς οὐδὲν ἐχρήσαντο τῇ φρονήσει, καθάπερ οἱ μέθυσοι τῷ οἴνῳ, καὶ τῷ σιδήρῳ οἱ ἀνδροφόνοι. κγʹ—κεʹ. Ἐπέβλεψα εἰς τὴν γῆν, καὶ ἰδοὺ οὐδέν· καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ. Εἶδον τὰ ὄρη, καὶ ἰδοὺ ἦν τρέμοντα· καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους. Ἐπέβλεψα, καὶ ἰδοὺ οὐχ ὑπῆρχεν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο. Ταῦτα πάσχειν εἰώθασιν οἱ συμφοραῖς περιπίπτοντες· οὔτε γὰρ τὸ φῶς αὐτοῖς φῶς εἶναι δοκεῖ, οὔτε ἡ ἡμέρα ἡμέρα, οὔτε τὰ ἡδέα ἡδέα. Πάντα εἰς τοὐναντίον αὐτοῖς μεταβέβληται. κϛʹ. Εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ